68
ὁ δὲ ταῦρος σαφῶς, ἐμοὶ δοκεῖν, πρὸς βασιλείαν καὶ βασιλέως εἰκόνα πεποίηται. τροφῇ τε γὰρ ἑτοίμῃ καὶ διαίτῃ χρῆται νεμόμενος, ὥστε μηδὲν δεῖν βιάζεσθαι μηδὲ πλεονεκτεῖν ταύτης ἕνεκεν, ἀλλʼ ὥσπερ τοῖς ὀλβίοις βασιλεῦσιν ἀνελλιπῆ καὶ ἄφθονα ὑπάρχει τὰ τῆς ἀναγκαίου κτήσεως.
69
βασιλεύει δὲ καὶ ἄρχει τῶν ὁμοφύλων μετʼ εὐνοίας, ὡς ἂν εἴποι τις, καὶ κηδεμονίας, τοῦτο μὲν ἐξηγούμενος νομῆς, τοῦτο δὲ θηρίου φανέντος οὐ φεύγων, ἀλλὰ πάσης τῆς ἀγέλης προμαχόμενος καὶ τοῖς ἀσθενέσι βοηθῶν, προθυμούμενος σῴζειν τὸ πλῆθος ἀπὸ τῶν χαλεπῶν καὶ ἀγρίων θηρίων· ὥσπερ καὶ τὸν ἄρχοντα χρὴ καὶ βασιλέα τῷ ὄντι καὶ τῆς μεγίστης ἐν ἀνθρώποις οὐκ ἀνάξιον τιμῆς.
70
ἐνίοτέ γε μὴν ἄλλης ἀγέλης ἐπιφανείσης ἀγωνίζεται πρὸς τὸν ἐκείνης ἡγεμόνα νίκης ἕνεκα, ὡς κρείττω μὲν αὐτὸν δόξαι, κρείττω δὲ τὴν αὐτοῦ ἀγέλην. καὶ μὴν τό γε ἀνθρώποις μὴ πολεμεῖν, ἀλλὰ τῶν ἀφρόνων ζῴων ἡγεμονικώτατόν τε καὶ ἄριστον πεφυκότα ὅμως προσίεσθαι τὴν τοῦ κρείττονος ἡγεμονίαν, ἰσχύι μὲν καὶ θυμῷ καὶ βίᾳ μηδενὸς ἡττώμενον μηδὲ ὑπείκοντα, λογισμῷ δὲ καὶ φρονήσει ἑκόντα ὑποταττόμενον, πῶς οὐχὶ καὶ τοῦτο θείη τις ἂν παίδευμα καὶ δίδαγμα βασιλικὸν τῶν σωφρόνων βασιλέων,
71
τὸ δεῖν ἀνθρώπων μὲν τῶν ὁμοίων κρείττονα φαινόμενον ἄρχειν, δικαίωσκαὶ κατὰ φύσιν ἔχοντα τὴν ἡγεμονίαν, καὶ τὸ μὲν πλῆθος σῴζειν τῶν ὑπηκόων, προβουλεύοντα καὶ προπολεμοῦντα, ὅταν δέῃ, καὶ φυλάττοντα ἀπὸ τῶν ἀγρίων καὶ παρανόμων τυράννων, πρὸς δὲ τοὺς ἄλλων βασιλέας, εἴ τινες ἄρα εἶεν, ἁμιλλᾶσθαι περὶ τῆς ἀρετῆς καὶ ζητεῖν, εἰ δυνατὸν εἴη, ἐπʼ ὠφελείᾳ τῶν ὅποι ποτὲ ἀνθρώπων κρατεῖν·
72
θεοῖς γε μὴν τοῖς ἀμείνοσιν ἕπεσθαι, καθάπερ οἶμαι νομεῦσιν ἀγαθοῖς, καὶ τὴν κρείττω καὶ μακαριωτέραν φύσιν προτιμᾶν, δεσπότας αὑτοῦ καὶ ἄρχοντας νομίζοντα ἐκείνους, καὶ τοῦ μεγίστου καὶ πρώτου βασιλέως θεοῦ κτῆμα ἀποφαίνοντα τιμιώτατον πρῶτον μὲν αὑτόν, ἔπειτα τοὺς ἄλλους τοὺς ὑπʼ αὐτῷ τεταγμένους.