40
εἰ δὲ ἐκ τῆς ἀκοῆς δέοι τεκμαίρεσθαι περὶ τῶν ἀνθρώπων, ὥσπερ Ὅμηρός φησι προσιόντα τὸν Ὀδυσσέα τῇ αὑτοῦ οἰκίᾳ μὴ περιμεῖναι θεάσασθαι τοὺς μνηστῆρας ἑστιωμένους,ἀλλʼ εὐθὺς εἰπεῖν πρὸς τὸν Εὔμαιον, ὡς αὐτὸν ἡ κιθάρα περιήνεγκε, γιγνώσκειν δὴ ὅτι πολλοὶ ἐν αὐτῇ δαῖτα τίθενται·
41
καὶ πάλιν ἐκ τῆς νήσου τῶν Κυκλώπων ἀκούοντα τῶν τε προβάτων βληχωμένων καὶ αὐτῶν τῆς φωνῆς, ὡς ἂν οἶμαι νεμόντων, νοεῖνὅτι ποιμένων τινῶν ἐστιν ἡ χώρα, φέρε καὶ ὑμᾶς εἴ τις ἐκ τοῦ φερομένου ἤχου πόρρωθεν εἰκάζοι, οἵους ἂν ἀνθρώπους ὑπολάβοι εἶναι καὶ τί πράττειν; οὐ γὰρ ἱκανοί ἐστε οὔτε βουκολεῖν οὔτε ποιμαίνειν· καὶ πότερον ὑμᾶς Ἀργείων ἀποίκους, ὡς λέγετε, φήσει τις ἢ μᾶλλον ἐκείνων Ἀραδίων; καὶ πότερον Ἕλληνας ἢ Φοινίκων τοὺς ἀσελγεστάτους; ἐγὼ μὲν γὰρ ἡγοῦμαι μᾶλλον προσήκειν ἀνδρὶ σώφρονι ἐν τοιαύτῃ πόλει κηρὸν ἐπαλεῖψαι τοῖς ὠσὶν ἢ εἰ τὰς Σειρῆνας παραπλέων ἔτυχεν. ὅπου μὲν γὰρ ὑπῆρχε θανάτου κίνδυνος, ὅπου δὲ ἀσελγείας, ὕβρεως, τῆς ἐσχάτης διαφθορᾶς.
42
καὶ πρόσεστιν οὐδεμία τέρψις οὐδʼ ἱστορία δήπου. πρότερον μὲν οὖν ἡ παραίνεσις τῶν ἀμεινόνων ἐκράτει, νῦν δʼ, ὡς ἔοικε, τῶν χειρόνων. θαυμάσαι δʼ ἄν τις τὴν αἰτίαν τοῦ ζηλοῦν αὐτὸ τοὺς πλείους ἐνθάδε καὶ συνηθέστερον ἀεὶ γίγνεσθαι προβαῖνον. ὥσπερ Ἰωνική τις ἐκράτησεν ἁρμονία καὶ Δώριος καὶ Φρύγιος ἄλλη καὶ Λύδιος· οὕτως νῦν ἡ τῶν Ἀραδίων κρατεῖ μουσική, καὶ τὰ Φοινίκων ὑμῖν κρούματα ἀρέσκει, καὶ τὸν ῥυθμὸν τοῦτον ἐξαιρέτως ἠγαπήκατε, ὥσπερ ἕτεροι τὸν σπονδεῖον·
43
ἢ καὶ γένος τι πέφηνεν ἀνθρώπων ταῖς ῥισὶν εὔμουσον, ὥσπερ τοὺς κύκνους φασὶ τοῖς πτεροῖς, ἔπειτα τῶν λιγυφώνων τρόπον ὀρνέων τέρπουσιν ἀλλήλους ἔν τε ταῖς ὁδοῖς καὶ παρὰ τὰ ξυμπόσια, μηδὲν δεόμενοι λύρας μηδὲ αὐλῶν — ἀρχαῖα δὴ ταῦτα καὶ σκληρᾶς ἔτι καὶ ἀγροίκου τινὸς μουσικῆς ὄργανα — νῦν δὲ τρόπος ἄλλος ἀνθεῖ, βαρβίτων κρείττων καὶ προσηνέστερος. οὐκοῦν μετὰ χρόνον, καὶ χοροὺς ὑπὸ τῷ μέλει τούτῳ στησόμεθα παίδων καὶ παρθένων ἐπιμελῶς ἐκδιδάξαντες.