53
τῶν γὰρ ἐνθάδε δεινῶν τινα λέγουσιν εἴς τινα πόλιν ἐλθεῖν αὐτὸ τοῦτο ἔργον πεποιημένον, ὥστε εὐθὺς εἰδέναι τὸν τρόπον ἑκάστου καὶ διηγεῖσθαι τὰ προσόντα, καὶ μηδενὸς ὅλως ἀποτυγχάνειν· ἀλλʼ ὥσπερ ἡμεῖς τὰ ζῷα γιγνώσκομεν ὁρῶντες, ὅτι τοῦτο μέν ἐστι πρόβατον, εἰτύχοι, τοῦτο δὲ κύων, τοῦτο δὲ ἵππος ἢ βοῦς· οὕτως ἐκεῖνος τοὺς ἀνθρώπους ἠπίστατο ὁρῶν καὶ λέγειν ἠδύνατο ὅτι οὗτος μὲν ἀνδρεῖος, οὗτος δὲ δειλός, οὗτος δὲ ἀλαζών, οὗτος δὲ ὑβριστὴς ἢ κίναιδος ἢ μοιχός.
54
ὡς οὖν θαυμαστὸς ἦν ἐπιδεικνύμενος καὶ οὐδαμῇ διημάρτανε, προσάγουσιν αὐτῷ σκληρόν τινα τὸ σῶμα καὶσύνοφρυν ἄνθρωπον, αὐχμῶντα καὶ φαύλως διακείμενον καὶ ἐν ταῖς χερσὶ τύλους ἔχοντα, φαιόν τι καὶ τραχὺ περιβεβλημένον ἱμάτιον, δασὺν ἕως τῶν σφυρῶν καὶ φαύλως κεκαρμένον· καὶ τοῦτον ἠξίουν εἰπεῖν ὅστις ἦν. ὁ δὲ ὡς πολὺν χρόνον ἑώρα, τελευταῖον ὀκνῶν μοι δοκεῖ τὸ παριστάμενον λέγειν οὐκ ἔφη ξυνιέναι, καὶ βαδίζειν αὐτὸν ἐκέλευσεν. ἤδη δὲ ἀποχωρῶν πτάρνυται· κἀκεῖνος εὐθὺς ἀνεβόησεν ὡς εἴη κίναιδος.
55
εἶτα ἐπʼ ἀνθρώπου μὲν ὁ πταρμὸς ἐξήλεγξε τὸν τρόπον καὶ πρὸς τἄλλα πάντα ἴσχυσε τὸ μὴ λαθεῖν· πόλιν δὲ οὐκ ἂν ἕν τι τοιοῦτον διαβάλοι καὶ δόξης ἀναπλήσειε πονηρᾶς, καὶ ταῦθʼ ὅπου μὴ δεῖται δεινοῦ τοῦ συνήσοντος τίνος ἐστὶ σημεῖον. ἀλλʼ ἔγωγε πυθοίμην ἂν ἡδέως τῶν ἐμπείρων τίνι τοῦτο ἔοικεν ἢ τί βούλεται δηλοῦν. οὔτε γὰρ κλωσμὸς οὔτε ποππυσμὸς οὔτε συριγμός ἐστιν· ἢ τίνος ἐστὶν οἰκεῖον ἔργου καὶ πότε μάλιστα γιγνόμενον· οὔτε γὰρ νέμουσιν οὕτως οὔτε ἀροῦσιν οὔτε κυνηγετοῦσιν, ἀλλʼ οὐδὲ ναυτῶν ἐστιν ἡ φωνή.
56
πότερον οὖν ἀσπαζομένων ἀλλήλους ἢ καλούντων ἢ φιλοφρονουμένων; ἀλλʼ ὥσπερ ὑμέναιος ἴδιόν τι μέλος ἐστὶν ἀρχαῖον ἐπὶ τῶν γαμούντων, οὕτως καινὸς οὗτος εὕρηται ῥυθμὸς ἄλλης τινὸς ἑορτῆς. ἀλλʼ ἀπελεύσεσθε ἀγανακτοῦντες καὶ λεληρηκέναι με φάσκοντες, εἰ τοσούτους λόγους μάτην διεθέμην καὶ πρὸς οὐδὲν τῶν χρησίμων. μηδεμίαν γὰρ ἐκ τούτου βλάβην ἀπαντᾶν μηδὲ χεῖρον οἰκεῖσθαι τὴν πόλιν.