57
παρὰ δὲ τοῖς Ἕλλησι πρότερον δεινὸν ἐδόκει τὸ μετακινεῖν τὴν μουσικήν, καὶ κατεβόων πάντες τῶν ῥυθμὸν εἰσαγόντων ἕτερον καὶ τὰ μέλη ποικιλώτερα ποιούντων, ὡς διαφθειρομένης ἐν τοῖς θεάτροις τῆς Ἑλλάδος. οὕτω σφόδρα τὰ ὦτα ἐφύλαττον καὶ τηλικαύτην ἡγοῦντο δύναμιν τὴν ἀκοὴν ἔχειν, ὥστε θηλύνειν τὴν διάνοιαν καὶ ἀδικεῖσθαι τὰ τῆς σωφροσύνης, εἰ παρὰ μικρὸν ἐνδοίη τὰ τῆς ἁρμονίας. τοιγαροῦν φασι Λακεδαιμονίους, ἐπειδὴ Τιμόθεος ἧκε παρʼ αὐτοὺς, λαμπρὸς ὢν ἤδη καὶ δυναστεύων ἐν τῇ μουσικῇ, τήν τε κιθάραν αὐτὸν ἀφελέσθαι καὶ τῶν χορδῶν τὰς περιττὰς ἐκτεμεῖν. καὶ ὑμεῖς, ἄνδρες Ταρσεῖς, μιμήσασθε τοὺς Λακεδαιμονίους, ἐκτέμετε τὸν περιττὸν φθόγγον.
58
ὁ παλαιὸς μῦθός φησι τὴν Κίρκην μεταβάλλειν τοῖς φαρμάκοις, ὥστε σῦς καὶ λύκους ἐξ ἀνθρώπων γίγνεσθαι· καὶ ταῦτα ἀπιστοῦμεν Ὁμήρου λέγοντος, οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε καὶ δέμας. ἀλλʼ ἐκείνοις μὲν τὸν νοῦν μένειν φησὶν ἔμπεδον, τούτων δὲ ὁ νοῦς πρῶτος ἀπόλωλε καὶ διέφθαρται
59
καὶ μὴν οὐχ οὕτω δεινόν ἐστιν, εἰ ἄνθρωποι μεταξὺ προβάτων φωνὴν λάβοιεν οὐδʼ εἰ βοῶν,οὐδʼ ἂν χρεμετίζωσιν οὐδʼ ἂν ὑλακτῶσιν, ὥσπερ τὴν Ἑκάβην οἱ ποιηταὶ λέγουσιν ἐπὶ πᾶσι τοῖς δεινοῖς τελευταῖον ποιῆσαι τὰς Ἐρινύας χαροπὰν κύνα· χάλκεον δέ οἱ γνάθων ἐκ πολιᾶν φθεγγομένας ὑπάκουε μὲν Ἴδα Τένεδός τε περιρρύτα Θρηίκιοί τε φιλήνεμοι γύαι.