60
οὐχ οὕτω φημὶ τοῦτʼ εἶναι τὸ τέρας δεινὸν οὐδʼ ἀποτρόπαιον, ὡς ὅταν ἀνήρ τις ὢν καὶ τὸν χαρακτῆρα ἔχων τὸν αὐτὸν καὶ τὴν φωνὴν τὴν ἑαυτοῦ, καὶ τὰ σημεῖα τῆς φύσεως μὴ δυνάμενος ἀνελεῖν,μηδʼ ἂν ἅπαντα ποιῇ περιστέλλων, καθάπερ φώρια κλέπτης, ὑπʼ Ἐρινύων τινῶν τυπτόμενος καὶ διαστρεφόμενος καὶ πάντα τρόπον διακλώμενος πάντα βούληται ποιεῖν καὶ μηδὲν ὡς πέφυκε· κἄπειτα Πρωτέως τινὸς δίκην ἀλλάττων καὶ μετατιθεὶς αὑτὸν ἐξεύρῃ φωνὴν ἀφιέναι μήτε ἀνδρὸς μήτε γυναικὸς μήτε ἄλλου τινὸς ζῴουμιαρὰν καὶ ἀνδρόγυνον μιμούμενος μηδὲ χαμαιτύπην αὐτὸ τοῦτο χαμαιτυποῦσαν, ἀλλὰ τὸ τοῦ αἰσχίστου ἔργου καὶ τῆς ἀσελγεστάτης πράξεως ὥσπερ ἂν φθεγγόμενος, καὶ ταῦτα μεθʼ ἡμέραν ἐκφανοῦς ὄντος ἡλίου πολλῶν παρόντων. οὐχ οὕτω δεινὸν ἦν τὸ τὰς βύρσας τῶν βοῶν ἕρπειν οὐδὲ τὸ μυκᾶσθαι τὰ κρέα.
61
ποῖος οὖν Ὅμηρος ἢ τίς Ἀρχίλοχος ἰσχύει τὰ κακὰ ταῦτα ἐξᾷσαι; δοκεῖ γὰρ ἔμοιγε νὴ τὸν Ἡρακλέα γενναίου τινὸς καὶ τραγικοῦ δεῖσθαι ποιητοῦ τὸ τῶν ἀνθρώπων, ὅστις δυνήσεται κατασχεῖν καὶ ἀνακόψαι τοσαύτην φοράν·
62
ὡς ἤδη μανίᾳ τὸ γιγνόμενον ἔοικεν αἰσχρᾷ καὶ ἀπρεπεῖ καὶ τοῦτο τὸ νόσημα τῆς ἀπρεπείας καὶ ἀναισχυντίας κύκλῳ περιιὸν ὑμᾶς ἐπὶ πάντα ἄγει τὸ λοιπὸν καὶ ἔργα καὶ φωνὰς καὶ σχήματα καὶ παντὸς ἅπτεται καὶ καθικνεῖται μέρους, ποδῶν, χειρῶν, ὀμμάτων, γλώττης. οὔκουν ἡμῶν ὄφελος οὐδὲν οὐδὲ τῆς ἀνειμένης ταύτης καὶ ἀσθενοῦς παραμυθίας, ἀλλὰ μᾶλλον Στέντορός τινος χρεία φθεγγομένου χάλκεον ἢ σιδήρεον, ὃς ἐμοῦ βοήσεται μεῖζον καὶ σαφέστερον. ὁρᾶτε γὰρ οἷ πρόεισιν.