12
οὐκοῦν δεινὰ πάσχομεν, ἐρεῖ τις, εἰ τούτοις μὲν ἐξέσται ποιεῖν ὅ, τι ἂν ἐθέλωσι καὶ τοῦτο ἀπολαύσουσι τῆς ἐρημίας τῆς ἑαυτῶν, ἡμεῖς δὲ κινδυνεύσομεν, ἐὰν μόνον κινηθῶμεν. ἔστω δεινὸν καὶ ἄδικον. ἀλλʼ οὐκ, εἴ τι μὴ δίκαιον πέφυκε γίγνεσθαι, δεῖ πρὸς τοῦτο φιλονικοῦντας αὑτοὺς περιβάλλειν ἀτόπῳ τινί, μᾶλλον δὲ προορᾶν καὶ φυλάττεσθαι. τὸ γὰρ συμβαῖνον ὅμοιόν ἐστι τῷ περὶ τοὺς ἀθλητάς, ὅταν ἐλάττων πρὸς πολὺ μείζω μάχηται.
13
τῷ μὲν γὰρ οὐδὲν ἔξεστι παρὰ τὸν νόμον, ἀλλὰ κἂν ἄκων ἁμάρτῃ τι, μαστιγοῦται· τὸν δʼ οὐδεὶς ὁρᾷ πάνθʼ ἃ δύναται ποιοῦντα. τοιγαροῦν κἀκεῖ σωφρονοῦντος ἀνδρός ἐστι καὶ ταῖς ἀληθείαις κρείττονος τῇ δυνάμει περιεῖναι, τὰς δὲ πλεονεξίας ταύτας ἐᾶν, καὶ ὑμεῖς ἂν ἔχητε νοῦν, τοῖς δικαίοις περιέσεσθε καὶ τῷ μεγέθει τῆς πόλεως τῶν φθονούντων, πρὸς ὀργὴν δὲ οὐδὲν οὐδὲ ἀγανακτοῦντες δράσετε. καὶ περὶ μὲν τούτων αὖθις, ὥσπερ οἶμαι καὶ προεθέμην.
14
νῦν δὲ καὶ τὰ λοιπὰ ἐπέξειμι διʼ ἃ πλείονος σκέψεως ἧς φημι δεῖσθαι τὸν ἐνεστῶτα καιρόν. ἡ μέν γε τῶν Μαλλωτῶν ἀπέχθεια καὶ στάσις ἧττον ὀφείλει λυπεῖν ὑμᾶς. τὸ δὲ Σολεῖς τούτους καὶ Ἀδανεῖς καί τινας ἴσως ἄλλους ὁμοίως ἔχειν καὶ μηδὲν ἐπιεικέστερον, ἀλλὰ καὶ βαρύνεσθαι καὶ βλασφημεῖν καὶ μᾶλλον ἑτέρων ὑπακούειν ἐθέλειν, ὑποψίαν ποιεῖ τοῦ μηδὲ τοὺς Αἰγαίους τάχα μηδὲ τοὺς Μαλλώτας παντάπασιν ἀδίκως ἄχθεσθαι, μηδὲ τοὺς μὲν φθόνῳ, τοὺς δὲ πλεονεκτεῖν βουλομένους ἠλλοτριῶσθαι πρὸς ὑμᾶς, ἀλλʼ ἴσως εἶναί τι τοιοῦτον περὶ τὴν πόλιν καὶ ὑβρίζειν πως καὶ ἐνοχλεῖν τοὺς ἐλάττονας.
15
ταῦτα γὰρ ἔστι μὲν οὐκ ἀληθῆ, ταὐτὰ δʼ ἂν ὑμᾶς ὡς ἀληθῆ βλάψειεν. φέρε δὴ καὶ τὰ πρὸς τὸν στρατηγὸν ὑμῖν ὡς ἔχει λογίσασθε. πρότερον μὲν ὑποψία μόνονὑπῆρχεν ὡς οὐχ ἡδέως ὑμῶν διακειμένων, ἀλλʼ ὅμως ἐκεῖνός τε ἐπολιτεύετο πρὸς ὑμᾶς καὶ ὑμεῖς πρὸς ἐκεῖνον καὶ φανερὸν οὐδὲν ἦν· ἄρτι δὲ ὑμεῖς τε τῷ δοκεῖν ἐλαττοῦσθαι παροξυνθέντες εἴπατέ τι κἀκεῖνος προήχθη καὶ γράψαι πρὸς ὀργὴν καὶ ποιῆσαι τοῦθʼ, ὅπερ μὴ πρότερον.