16
νὴ Δία ἀλλά γε τὰ τῆς πόλεως αὐτῆς καὶ τὰ πρὸς ἀλλήλους ὑμῖν ὡς δεῖ πρόεισιν. οὐ χθὲς καὶ πρῴην χωρὶς ἦν ὁ δῆμος καὶ χωρὶς ἡ βουλὴ καὶ νῦν ἔτι καθʼ αὑτοὺς οἱ γέροντες, ἰδίᾳ τὸ συμφέρον ἕκαστοι δῆλον ὅτι σκοποῦντες· ὥσπερ εἰ κατα πλεόντων ἰδίᾳ μὲν οἱ ναῦται τὸ συμφέρον αὑτοῖς ζητοῖεν, ἰδίᾳ δὲ ὁ κυβερνήτης, ἰδίᾳ δὲ ὁ ναύκληρος. καὶ γὰρ εἰ πολλάκις ταῦταλέγεται, ἀλλʼ οὖν προσήκει μὴ διὰ τοῦτο παραπέμπειν. οὐ γὰρ τὸ πρώτως ῥηθὲν οὐδʼ ὃ μὴ πρότερόν τις ἤκουσε δεῖ προθύμως ἀποδέχεσθαι, τὸ δὲ οἰκεῖον τῷ πράγματι καὶ τὸ χρείαν τινὰ ἔχον.
17
νὴ Δία, ἀλλὰ νῦν ὡμολογήκαμεν καὶ κοινῇ βουλευόμεθα. καὶ τίς ἂν ἀσφαλῆ καὶ βέβαιον ἡγήσαιτο τὴν τοιαύτην ὁμόνοιαν, τὴν ὑπ̓ὀργῆς μὲν γενομένην, τριῶν δὲ οὖσαν ἢ τεττάρων ἡμερῶν; οὐδὲ γὰρ ὑγιαίνειν ἀσφαλῶς εἴποι τις ἂν τὸν πρὸ μικροῦ πυρέττοντα. μὴ τοίνυν μηδὲ ὑμεῖς αὑτοὺς ὁμονοεῖν λέγετε, πρὶν ἂν ὑμῖν μάλιστα μὲν πολλαπλάσιος διέλθῃ χρόνος· εἰ δʼ οὖν, τοσοῦτος ὅσον δὴ διεφέρεσθε· μηδʼ εἰ ταὐτό ποτʼ ἐφθέγξασθε καὶ τὴν αὐτὴνἔσχετε ὁρμήν, καὶ δὴ νομίζετε ἐξῃρῆσθαι τὸ νόσημα τῆς πόλεως.
18
καὶ γὰρ ἐν τοῖς ἀναρμόστοις ὀργάνοις ἐνίοτε οἱ φθόγγοι συνεφώνησαν πρὸς ὀλίγον, εἶτα εὐθὺς ἀπᾴδουσιν. ὥσπερ οὖν τὸ μὲν τρῶσαί τι καὶ διελεῖν ταχὺ γίγνεται καὶ πάνυ ῥᾳδίως, τὸ δὲ συμφῦσαι καὶ συναγαγεῖν χρόνου δεῖται καὶ προσοχῆς, οὕτω καὶ ἐπὶ τῶν πόλεων ἔχει. τὸ μὲν διενεχθῆναι καὶ στασιάσαι πρόχειρον καὶ διὰ μικρὰ συμβαίνει πολλάκις, τὸ δὲ καταστῆναι καὶ τὴν προσήκουσαν λαβεῖν διάθεσιν καὶ πίστιν μὰ Δίʼ οὐκ ἔστιν εἰπόντας οὐδὲ δόξαντας μετανοεῖν εὐθὺς ἔχειν.