19
ἴσως μὲν γὰρ οὐ παρὰ μόνοις ὑμῖν, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἅπασι μεγάλης τινὸς τοῦτο δεῖται θεραπείας, μᾶλλον δὲ εὐχῆς. οὐ γὰρ ἔστιν ἄλλως ἢ τῶν κινούντων κακῶν καὶ ταρασσόντων ἀπολυθέντας, φθόνου, πλεονεξίας, φιλονικίας, τοῦ ζητεῖν ἕκαστον αὔξειν ἑαυτὸν καὶ τὴν πατρίδα καὶ τὸ κοινῇ συμφέρον ἐάσαντα συμπνεῦσαί ποτε ἰσχυρῶς καὶ ταὐτὰ προελέσθαι. ὡς παρʼ οἷς ἂν ἰσχύῃ ταῦτα καὶ τοιαῦθʼ ἕτερα, τούτους ἀνάγκη τὸν ἀεὶ χρόνον ἐπισφαλεῖς εἶναι καὶ διὰ μικρὰ συμπίπτειν καὶ θορυβεῖσθαι, καθάπερ ἐν θαλάττῃ πνευμάτων ἐναντίων ἰσχυόντων.
20
ἐπεί τοι μηδὲ τὴν βουλὴν αὐτὴν ἡγεῖσθʼ ὁμονοεῖν μηδʼ ὑμᾶς τὸν δῆμον. εἰ γοῦν τις ἐπεξίοι πάντας, δοκεῖ μοι μηδʼ ἂν δύο ἄνδρας εὑρεῖν ἐν τῇ πόλει τὸ αὐτὸ φρονοῦντας, ἀλλʼ ὥσπερ ἔνια τῶν ἀνιάτων καὶ χαλεπῶν νοσημάτων, ἃ διʼ ὅλων εἴωθεν ἔρχεσθαι τῶν σωμάτων καὶ οὐδέν ἐστι μέρος εἰς ὃ μὴ κάτεισιν, οὕτως ἡ τραχύτης αὕτη καὶ τὸ μικροῦ δεῖν ἅπαντας ἀλλήλων ἀπεστράφθαι διαπεφοίτηκε τῆς πόλεως.
21
ἵνα γὰρ τὴν βουλὴν ἀφῶ καὶ τὸν δῆμον τούς τε νέους καὶ τοὺς γέροντας, ἐστὶ πλῆθος οὐκ ὀλίγον ὥσπερ ἔξωθεν τῆς πολιτείας· τούτους δὲ εἰώθασιν ἔνιοι λινουργοὺς καλεῖν· καὶ ποτὲ μὲν βαρύνονται καί φασιν ὄχλον εἶναι περισσὸν καὶ τοῦ θορύβου καὶ τῆς ἀταξίας αἴτιον, πάλιν δὲ μέρος ἡγοῦνται τῆς πόλεως καὶ πολλοῦ ἀξιοῦσιν. οὓς εἰ μὲν οἴεσθε βλάπτειν ὑμᾶς καὶ στάσεως ἄρχειν καὶ ταραχῆς, ὅλως ἐχρῆν ἀπελάσαι καὶ μὴ παραδέχεσθαι ταῖς ἐκκλησίαις· εἰ δὲ τρόπον τινὰ πολίτας εἶναι τῷ μὴ μόνον οἰκεῖν, ἀλλὰ καὶ γεγονέναι τοὺς πλείους ἐνθάδε καὶ μηδεμίαν ἄλλην ἐπίστασθαι πόλιν, οὐδὲ ἀτιμάζειν δήπου προσήκει οὐδὲ ἀπορρηγνύειν αὑτῶν.
22
νυνὶ δὲ ἐξ ἀνάγκης ἀφεστᾶσι τὴν γνώμην τοῦ κοινῇ συμφέροντος, ὀνειδιζόμενοι καὶ δοκοῦντες ἀλλότριοι. τούτου δὲ οὐθέν ἐστι βλαβερώτερον ταῖς πόλεσιν οὐδὲ ὃ μᾶλλον στάσιν ἐγείρει καὶ διαφοράν, ὥσπερ ἐπὶ τῶν σωμάτωνὁ προσγενόμενος ὄγκος, ἂν μὲν οἰκεῖος ᾖ τῷ λοιπῷ σώματι καὶ συμφυής, εὐεξίαν ποιεῖ καὶ μέγεθος· εἰ δὲ μή, νόσου καὶ διαφθορᾶς αἴτιος γίγνεται.