30
τοιγαροῦν ἐστεφανωμένους πολλοὺς ἰδεῖν ἔστι καθʼ ἑκάστην πόλιν καὶ θύοντας ἐν κοινῷ καὶ προϊόντας ἐνπορφύρᾳ· γενναῖον δὲ καὶ φρόνιμον ἄνδρα καὶ κηδεμόνα ὄντως τῆς ἑαυτοῦ πατρίδος καὶ φρονοῦντα καὶ λέγοντα τἀληθῆ καὶ διʼ ὃν ἄμεινον οἰκεῖται καὶ μετέσχηκεν ἀγαθοῦ τινος ἡ πειθομένη πόλις, σπάνιον εὑρεῖν. καὶ τοῦτο ἀναγκαῖον συμβαίνειν τρόπον τινά.
31
ὅταν γὰρ οἴωνται τοὺς λελειτουργηκότας ἢ τοὺς μέλλοντας ἑαυτοῖσδεῖν συμβουλεύειν, κἂν ᾖ τις γυμνασίαρχος ἢ δημιουργός τις, καὶ τῷ τοιούτῳ μόνῳ λέγειν ἐπιτρέπωσιν ἢ νὴ Δία τοῖς καλουμένοις ῥήτορσιν, ὅμοιόν ἐστιν ὥσπερ ἂν εἰ τοὺς κήρυκας ἐκάλουν μόνους ἢ τοὺς κιθαρῳδοὺς ἢ τοὺς τραπεζίτας. τοιγαροῦν ἄνθρωποι παρίασι καὶ ἀνόητοι καὶ δοξοκόποι καὶ πρὸς τὸν ἀπὸ τοῦ πλήθουσθόρυβον κεχηνότες, οὐδὲν ἀπὸ γνώμης ἀσφαλοῦς οὐδὲ συνέντες λέγουσιν, ἀλλʼ ὥσπερ ἐν σκότει βαδίζοντες κατὰ τὸν κρότον ἀεὶ καὶ τὴν βοὴν φέρονται.
32
καίτοι κυβερνήταις εἴ τις λέγοι αὐτοῖς ὥστε ζητεῖν ἐξ ἅπαντος ἀρέσκειν τοῖς ἐπιβάταις, καὶ κροτουμένοις ὑπʼ αὐτῶν, ὅπως ἂν ἐκεῖνοι θέλωσιν, οὕτως κυβερνᾶν, οὐ μεγάλου τινὸς αὐτοῖς δεήσει χειμῶνος, ὥστε ἀνατρέψαι. πολλάκις γοῦν ἄγροικος ἄνθρωπος ναυτιῶν ἢ γύναιον, ἐὰν ἴδῃ πέτρας, γῆν ἑωρακέναι δοκεῖ καὶ λιμένα, καὶ δεῖται προσσχεῖν.
33
ἐγὼ δὲ τὸν σύμβουλον τὸν ἀγαθὸν καὶ τὸν ἄξιον προεστάναι πόλεώς φημι δεῖν πρὸς ἅπαντα μὲν ἁπλῶς παρεσκευάσθαι τὰ δοκοῦντα δυσχερῆ, μάλιστα δὲ πρὸς τὰς λοιδορίας καὶ τὴν τοῦ πλήθους ὀργήν, καὶ ταῖς ἄκραις ὅμοιον εἶναι ταῖς ποιούσαις τοὺς λιμένας, αἵτινες ἅπασαν ἐκδέχονται τὴν βίαν τῆς θαλάττης, τὸ δὲ ἐντὸς ἀκίνητον καὶ γαληνὸν φυλάττουσι, κἀκεῖνον δὲ ἐκκεῖσθαι τῷ δήμῳ, κἂν ὀργισθῆναί ποτε θέλῃ κἂν κακῶς εἰπεῖν κἂν ὁτιοῦν ποιῆσαι, πάσχειν δὲ μηδὲν ὑπὸ τῶν τοιούτων θορύβων, μήτε ἂν ἐπαινῆται, διὰ τοῦτο ἐπαίρεσθαι, μήτε ἂν ὑβρίζεσθαι δοκῇ, ταπεινοῦσθαι.