44
οὐ γάρ ἐστι κίνδυνος μὴ Μαλλωτῶν ἐσομένων ἀσθενέστεροι δόξετε — μηδὲ τοὺς παροξυνοῦντας ὑμᾶς, ἀλλὰ μάλιστα μὲν αὐτοὶ δικασταὶ γενόμενοι καὶ τὸ πρᾶγμα ἐπιμελῶς ἐξετάσαντες ἄνευ πάσης ἀπεχθείασκαὶ τῆς πρὸς αὑτοὺς χάριτος καταθέσθαι, μὴ μόνον ἀποστάντες τῆς ἔριδος καὶ τοῦ ζητεῖν ἐξ ἅπαντος πλέον ἔχειν, ἀλλὰ συγχωροῦντές τε καὶ παριέντες αὐτοῖς ὅ, τι ἂν ᾖ μέτριον. ὥσπερ γὰρ καὶ τῶν ἰδιωτῶν ἐπαινεῖτε τοὺς εὐγνώμονας καὶ βλαβῆναί τινας μᾶλλον αἱρουμένους ἢ διαφέρεσθαι πρός τινας, οὕτω καὶ κοινῇ συμβαίνει τὰς τοιαύτας πόλεις εὐδοκιμεῖν.
45
αἱ μὲν οὖν θῖνες καὶ τὸ πρὸς τῇ λίμνῃ χωρίον οὐδενὸς ἄξια. τίς γάρ ἐστιν ἡ τούτων πρόσοδος ἢ λυσιτέλεια; τὸ μέντοι χρηστοὺς φαίνεσθαι καὶ μεγαλόφρονας οὐκ ἔστιν εἰπεῖν ὅσου νομίζεται δικαίως ἄξια. τὸ μὲν γὰρ ἁμιλλᾶσθαι πρὸς ἅπαντας ἀνθρώπους ὑπὲρ δικαιοσύνης καὶ ἀρετῆς καὶ τὸ φιλίας καὶ ὁμονοίας ἄρχειν καὶ τούτοις περιεῖναι τῶν ἄλλων καὶ κρατεῖν ἡ καλλίστη πασῶν νίκη καὶ ἀσφαλεστάτη. τὸ δʼ ἐξ ἅπαντος τρόπου ζητεῖν μαχομένους ὑπερέχειν ἀλεκτρυόνων ἐστὶ μᾶλλον γενναίων ἤπερ ἀνδρῶν.
46
εἰ μὲν οὖν παρὰ τὰς θῖνας ἔμελλε Μαλλὸς μείζων ἔσεσθαι τῆς Ταρσοῦ καὶ παρὰ τὴν ἐπὶ τῆς ψάμμου νομήν, τάχα ἔδει σπουδάζειν ὑμᾶς ἐπὶ τοσοῦτον. νυνὶ δὲ αἰσχύνη καὶ γέλως ἐστὶν ὑπὲρ ὧν διαφέρεσθε. τί οὖν οὐκ ἐκεῖνοι κατεφρόνησαν; ὅτι οὐκ εἰσὶ βελτίους ὑμῶν. ὑμεῖς δέ γε βούλεσθε πρὸς τοῦ Διός. ἀλλʼ ἔγωγε ἠξίουν ἐπιτιμῆσαι λόγῳ πέμψαντας αὐτούς. τοῦτο γὰρ ἦν ὑπερεχόντων καὶ φρονούντων. τὸ δὲ μᾶλλον τοῦ δέοντος κεκινῆσθαι καὶ καταφεύγειν ἐπὶ τὴν ἐξουσίαν εὐθὺς καὶ νομίζειν ὑβρίζεσθαι μικροπολιτῶν μᾶλλον ἀνθρώπων ἐστίν.
47
ὁμοίως δὲ καὶ πρὸς τὰς ἄλλας πόλεις ὑμᾶς ἀξιῶ προσφέρεσθαι πρᾴως καὶ κηδεμονικῶς καὶ φιλοτίμως καὶ μὴ ἀπεχθῶς. οὕτω γὰρ ἑκόντες ἀκολουθήσουσιν ὑμῖν ἅπαντες θαυμάζοντες καὶ ἀγαπῶντες· ὃ μεῖζόν ἐστι τοῦ θύειν παρʼ ὑμῖν καὶ δικάζεσθαι Μαλλόν. ταῦτα μὲν γὰρ οὐδʼ ἡντινοῦν ἔχει ὠφέλειαν, ἐπελθεῖν ἐπὶ θυσίαν δεῦρο ἢ τοὺς Ἀδανεῖς ἢ τοὺς Αἰγαίους, ἀλλὰ τῦφον καὶ ἀπάτην καὶ φιλοτιμίαν ἄλλως ἀνόητον.