48
ἡ δὲ εὔνοια καὶ τὸ φαίνεσθαι διαφέροντας ἀρετῇ καὶ φιλανθρωπίᾳ, ταῦτά ἐστιν ὄντως ἀγαθά, ταῦτά ἐστιν ἄξια ζήλου καὶ σπουδῆς. ἃ καὶ σκοπεῖτε· ὡς τά γε νῦν γέλως ἐστίν. καὶ εἴτε Αἰγαῖοι πρὸς ὑμᾶς εἴτε Ἀπαμεῖς πρὸς Ἀντιοχεῖς εἴτε ἐπὶ τῶν πορρωτέρω Σμυρναῖοι πρὸς Ἐφεσίους ἐρίζουσι, περὶ ὄνου σκιᾶς, φασί, διαφέρονται. τὸ γὰρ προεστάναί τε καὶ κρατεῖν ἄλλων ἐστίν.
49
ἀλλὰ καὶ πρότερον ἦν ποτε Ἀθηναίοις πρὸς Λακεδαιμονίους ζηλοτυπία, καὶ τό γε πρῶτον ἡγοῦντο οἱ Λάκωνες, εἶτα συνέβη πρὸς τοὺς Ἀθηναίους μᾶλλον ἀποκλῖναι τοὺς Ἕλληνας μετὰ τὰ Μηδικά. τί οὖν ὁ Σπαρτιάτης; καὶ τὸν νησιώτην καὶ τὸν Ἴωνα καὶ τὸν Ἑλλησπόντιον ἀφεὶς αὑτὸν ἐσωφρόνιζε, καὶ τὰ τῆς Σπάρτης ἑώρα, σαφῶς εἰδὼς ὅτι καὶ τῶν νόμων καὶ τῆς εὐταξίας οὐδὲν δεῖ περὶ πλείονος ποιεῖσθαι. τοιγαροῦν μάλιστα εὐδαιμόνησαν ἐκεῖνον τὸν χρόνον.
50
τοῖς δὲ Ἀθηναίοις συνέβη, μέχρι μὲν οἰκείωσπρὸς ἀ τοὺς αἱ πόλεις εἶχον καὶ κατʼ εὔνοιαν ἡγοῦντο, μετὰ ταῦτα δέ, ὡς ἐγκλήματα καὶ φθόνος αὐτοῖς συνελέγη καὶ μὴ βουλομένων ἄρχειν ἠξίουν, πολλὰ καὶ δυσχερῆ παθεῖν· καὶ πρῶτον μὲν ἁπάντων ἀπολέσαι τὸν ἔπαινον καὶ τὴν εὐφημίαν, ἔπειτα καὶ τὴν ἰσχὺν καὶ τὰ χρήματα, καὶ τελευταῖον ὑπὸ τοῖς ἐχθροῖς γενέσθαι·καὶ τοῖς Λακεδαιμονίοις ὁμοίως, ἐπειδὴ κἀκεῖνοι πάλιν εἴχοντο τῆς ἀρχῆς, ἀποστάντες τῆς πρότερον αὐτοῖς γνώμης, ἐν τοῖς αὐτοῖς γενέσθαι.
51
καίτοι τὰ μὲν ἐκείνων εἶχεν ἀληθῆ δύναμιν καὶ μεγάλας ὠφελείας, εἰ δεῖ τὰς πλεονεξίας οὕτως καλεῖν· τὰ δὲ τῶν νῦν ἀμφισβητήματα καὶ τὰ αἴτια τῆς ἀπεχθείας κἂν αἰσχυνθῆναίμοι δοκεῖ τις ἂν ἰδών. ἔστι γὰρ ὁμοδούλων πρὸς ἀλλήλους ἐριζόντων περὶ δόξης καὶ πρωτείων. τί οὖν; οὐδὲν ἀγαθόν ἐστιν ἐν τῷ χρόνῳ τούτῳ, περὶ οὗ χρὴ σπουδάζειν; ἔστι τὰ μέγιστα καὶ μόνα σπουδῆς ἄξια καὶ τότε ὄντα καὶ νῦν καὶ ἀεὶ ἐσόμενα· ὧν οὐκ ἔχει δήπουθέν τις ἐξουσίαν οὔτʼ ἄλλῳ παρασχεῖν οὔτε ἀφελέσθαιδύναται τὸν κτησάμενον, ἀλλʼ ἀεί ἐστιν ἐπʼ αὐτῷ, κἂν ἰδιώτης ᾖ κἂν πόλις· ὑπὲρ ὧν ἴσως μακρότερον λέγειν πρὸς ὑμᾶς.