24
οἱ δὲ προσοικοῦντες ἄνθρωποι τὴν μεταξὺ χώραν διελθόντες ἔρημον οὖσαν οὐ πολλὴν ἐφʼ ἁρμάτων, ὑποζεύξαντες ἵππους ταχίστους, ἀφικνοῦνται τῆς μεσημβρίας, ἡνίκα δεδύκασικατὰ γῆς· ἔπειτα φεύγουσι τὸν χοῦν ἁρπάσαντες. οἱ δὲ αἰσθανόμενοι διώκουσι καὶ μάχονται καταλαβόντες, ἕως ἂν ἀποθάνωσιν ἢ ἀποκτείνωσιν· ἀλκιμώτατοι γάρ εἰσι θηρίων ἁπάντων. ὥστε οὗτοί γε ἐπίστανται τὸ χρυσίον ὁπόσου ἐστὶν ἄξιον, καὶ οὐδὲ προΐενται πρότερον ἢ ἀποθανεῖν.
25
φέρε δή, τίνας ἄλλους τῶν καθʼ ἡμᾶσεὐδαίμονας ἀκούομεν; Βυζαντίους, χώραν τε ἀρίστην νεμομένους καὶ θάλατταν εὐκαρποτάτην. τῆς δὲ γῆς ἠμελήκασι διὰ τὴν ἀρετὴν τῆς θαλάττης. ἡ μὲν γὰρ διὰ μακροῦ φέρει τὸν καρπὸν αὐτοῖς καὶ δεῖ λαβεῖν ἐργασαμένους, ἡ δὲ αὐτόθεν μηδὲν πονήσασιν.
(19)ΒΟΡΥΣΘΕΝΙΤΙΚΟΣ ΟΝ ΑΝΕΓΝΩ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ.
1
Ἐτύγχανον μὲν ἐπιδημῶν ἐν Βορυσθένει τὸ θέρος, ὁπότε εἰσέπλευσα μετὰ τὴν φυγήν, βουλόμενος ἐλθεῖν, ἐὰν δύνωμαι, διὰ Σκυθῶν εἰς Γέτας, ὅπως θεάσωμαι τἀκεῖ πράγματα ὁποῖά ἐστι. καὶ δὴ καὶ περιεπάτουν περὶ πλήθουσαν ἀγορὰν παρὰ τὸν Ὕπανιν. ἡ γὰρ πόλις τὸ μὲν ὄνομα εἴληφεν ἀπὸ τοῦ Βορυσθένους διὰ τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ ποταμοῦ, κεῖται δὲ πρὸς τῷ Ὑπάνιδι ἥ τε νῦν καὶ ἡ πρότερον οὕτως ᾠκεῖτο, οὐ πολὺ ἄνωθεν τῆς Ἱππολάου καλουμένης ἄκρας ἐν τῷ κατ’ ἀντικρύ.
2
τοῦτο δέ ἐστι τῆς χώρας ὀξὺ καὶ στερεὸν ὥσπερ ἔμβολον, περὶ ὃ συμπίπτουσιν οἱ ποταμοί. τὸ δὲ ἐντεῦθεν ἤδη λιμνάζουσι μέχρι θαλάττης ἐπὶ σταδίους σχεδόν τι διακοσίους· καὶ τὸ εὖρος οὐχ ἧττον ταύτῃ τῶν ποταμῶν. ἔστι δὲ αὐτοῦ τὸ μὲν πλέον τέναγος καὶ γαλήνη ταῖς εὐδίαις ὥσπερ ἐν λίμνῃ γίγνεται σταθερά. ἐν δὲ τοῖς δεξιοῖς φαίνεται ποταμός, καὶ τεκμαίρονται οἱ εἰσπλέοντες ἀπὸ τοῦ ῥεύματος τὸ βάθος. ὅθενπερ καὶ ἐξίησι, διὰ τὴν ἰσχὺν τοῦ ῥοῦ· εἰ δὲ μή, ῥᾳδίως ἂν ἐφράττετο τοῦ νότου πολλοῦ κατὰ στόμα εἰσπνέοντος.