29
ταῦτα δὲ εἰπὼν πρὸς ἐκεῖνον οὐδὲν ἧττον ὑπεκίνουν καὶ ἀνεφερόμην τρόπον τινὰ ἀναμνησθεὶς Πλάτωνός τε καὶ Ὁμήρου. τὸ μὲν δὴ τῆς πόλεως οὕτως, ἔφην, δεῖ ἀκούειν ὡς οὐκ ἄντικρυς τῶν ἡμετέρων τὸν κόσμον ἀποφαινομένων πόλιν· ἐναντίον γὰρ ἂν ὑπῆρχε τοῦτο τῷ λόγῳ τῷ περὶ τῆς πόλεως, ἥν, ὥσπερ οὖν εἶπον, σύστημα ἀνθρώπων ὡρίσαντο· ἅμα τε οὐκ ἦν ἴσως πρέπον οὐδὲ πιθανὸν κυρίως εἰπόντας εἶναι τὸν κόσμον ζῷον ἔπειτα φάσκειν ὡς ἔστι πόλις·
30
τὸ γὰρ αὐτὸ πόλιν τε καὶ ζῷον οὐκ ἂν οἶμαι ῥᾳδίως ὑπομένοι τις ὑπολαβεῖν. ἀλλὰ τὴν νῦν διακόσμησιν, ὁπηνίκα διῄρηται καὶ μεμέρισται τὸ πᾶν εἰς πολλάς τινας μορφὰς φυτῶν τε καὶ ζῴων θνητῶν καὶ ἀθανάτων, ἔτι δὲ ἀέρος καὶ γῆς καὶ ὕδατος καὶ πυρός, ἓν οὐδὲν ἧττον πεφυκὸς ἐν ἅπασι τούτοις καὶ μιᾷ ψυχῇ καὶ δυνάμει διεπόμενον, ἁμῃγέπῃ πόλει προσεικάζουσι διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ γιγνομένων τε καὶ ἀπογιγνομένων, ἔτι δὲ τὴν τάξιν καὶ τὴν εὐκοσμίαν τῆς διοικήσεως.
31
ὁ δὲ λόγος οὗτος ἔμβραχυ ἐσπούδακε ξυναρμόσαι τῷ θείῳ τὸ ἀνθρώπειον γένος καὶ ἑνὶ λόγῳ περιλαβεῖν πᾶν τὸ λογικόν, κοινωνίας ἀρχὴν καὶ δικαιοσύνης μόνην ταύτην ἰσχυρὰν καὶ ἄλυτον εὑρίσκων. πόλις μὲν γὰρ δὴ κατὰ τοῦτο ἂν εἴη λεγομένη μὰ Δἴ οὐ φαύλων οὐδὲ μικρῶν τυχοῦσα ἡγεμόνων οὐδὲ ὑπὸ τυράννων τε καὶ δήμων καὶ δεκαρχιῶν δὴ καὶ ὀλιγαρχιῶν καί τινων ἄλλων τοιούτων ἀρρωστημάτων διαφορουμένη καὶ στασιάζουσα τὸν ἅπαντα χρόνον, ἀλλὰ τῇ σωφρονεστάτῃ καὶ ἀρίστῃ βασιλείᾳ κεκοσμημένη, τῷ ὄντι βασιλευομένη κατὰ νόμον μετὰ πάσης φιλίας καὶ ὁμονοίας·
32
ὅπερ δὴ ὁ σοφώτατος καὶ ὁ πρεσβύτατος ἄρχων καὶ νομοθέτης ἅπασι προστάττει θνητοῖς καὶ ἀθανάτοις, ὁ τοῦ ξύμπαντος ἡγεμὼν οὐρανοῦ καὶ τῆς ὅλης δεσπότης οὐσίας, αὐτὸς οὕτως ἐξηγούμενος καὶ παράδειγμα παρέχων τὴν αὑτοῦ διοίκησιν τῆς εὐδαίμονος καὶ μακαρίας καταστάσεως· ὃν οἱ θεῖοι ποιηταὶ μαθόντες ἐκ Μουσῶν ὑμνοῦσιν ἅμα καὶ ὀνομάζουσι πατέρα θεῶν καὶ ἀνθρώπων.