61
ὅθεν δὴ καὶ ἡμεῖς ἐάσωμεν τὰ νῦν, ὅσον ἡμῖν δυνατὸν ἐπᾶραι τὸν λόγον οὐκ ὀκνήσαντες. εἰ δὲ ἀτεχνῶς ὑψηλόν τε καὶ ἐξίτηλον ἀπέβη τὸ τοῦ λόγου σχῆμα, ὥσπερ οἱ δεινοὶ περὶ τοὺς ὄρνιθάς φασι τὸν σφόδρα ἄνω χωρήσαντα καὶ τοῖς νέφεσιν ἐγκρύψαντα αὑτὸν ἀτελῆ τὴν μαντείαν ποιεῖν, οὐκ ἐμὲ ἄξιον αἰτιᾶσθαι, τὴν δὲ Βορυσθενιτῶν ἀξίωσιν, ὡς τότε ἐκεῖνοι λέγειν προσέταξαν.
(20)ΚΟΡΙΝΘΙΑΚΟΣ.
1
Ὅτε τὸ πρῶτον ἐπεδήμησα τῇ πόλει τῇ ὑμετέρᾳ, ἀφ’ οὗ δέκα ἔτη σχεδόν, καὶ τῶν λόγων μετέδωκα τῷ δήμῳ καὶ τοῖς τέλεσι τοῖς ὑμετέροις, ἔδοξα ἐπιτήδειος εἶναι ἔτι δὲ ὑμῖν οὕτω σφόδρα ὡς οὐδὲ Ἀρίων ὁ Μηθυμναῖος. Ἀρίονος μέν γε τύπον οὐκ ἐποιήσασθε. ὅταν δὲ ὑμᾶς λέγω, τοὺς προγόνους λέγω τοὺς ὑμετέρους καὶ Περίανδρον τὸν Κυψέλου τὸν σοφόν, ἐφ’ οὗ Ἀρίων ἐγένετο, ὃς καὶ διθύραμβον πρῶτος ἀνθρώπων ἐποίησε καὶ ὠνόμασε καὶ ἐδίδαξεν ἐν Κορίνθῳ.
2
θεοφιλὴς μὲν γὰρ οὕτως ἦν ὥστε ἀναπλέων ἐνταῦθα μετὰ χρημάτων μεγάλων, ὧν ἔτυχεν εἰργασμένος περὶ Τάραντα καὶ τοὺς ἐκεῖσε Ἕλληνας, μέλλων εἰς τὴν θάλατταν ὑπὸ τῶν πορθμέων ἐκπεσεῖν δι’ αὐτά που ταῦτα τὰ χρήματα, παρῃτήσατο αὐτοὺς πρὸ τῆς ἐκβολῆς ᾆσαι, ὥσπερ φασὶ τοὺς κύκνους μέλλοντας ἀποθνῄσκειν καὶ προορωμένους τὸν θάνατον ἐμβιβάζειν τὴν ψυχὴν οἷον εἰς ὄχημα τὸ μέλος.
3
ὁ μὲν δὴ ᾖδε· καὶ γὰρ ἦν νηνεμία καὶ σιγὴ κατὰ θάλατταν· καὶ τὸ μέλος ᾔσθοντο δελφῖνες, αἰσθανόμενοι δὲ περὶ ναῦν ἦσαν. παυσαμένου δὲ τοῦ Ἀρίονος καὶ τῶν πορθμέων οὐδὲν μαλακὸν ἐνδιδόντων, ὁ μὲν ἔρριψεν ἑαυτὸν εἰς τὸν πόντον, δελφὶς δ’ ὑπελθὼν ἐξεκόμισε τὸν ᾠδὸν ἐπὶ Ταίναρον ὡς εἶχε σὺν τῇ σκευῇ. Ἀρίων μὲν οὖν τοῦτον τὸν τρόπον σωθεὶς καὶ φθάσας τοὺς πορθμέας ἐν Κορίνθῳ ἦν, αὐτὰ δὴ ταῦτα διηγούμενος τῷ Περιάνδρῳ.
4
ἐπικαταγομένων δὲ τῶν πορθμέων καὶ τοῦ πράγματος ἀχθέντος εἰς ἔλεγχον, οἱ μὲν ἀπέθνῃσκον, Ἀρίων δέ ʽοὐ γὰρ Περίανδρος, ἀλλ’ Ἀρίων’ ποιησάμενος μίμημα χαλκοῦν οὐ μέγα ἀνέθηκεν ἐπὶ Ταινάρου, καὶ αὑτὸν ἐπὶ τοῦ εὐεργέτου καθήμενον. ἐγένετο δὲ ὑπὸ τὸν αὐτὸν τοῦτον χρόνον καὶ Σόλων μὲν ἐν Κορίνθῳ, φεύγων τὴν Πεισιστράτου τυραννίδα, οὐ φεύγων δὲ τὴν Περιάνδρου.