45
ἀλλ̓, ὦ Αἰγύπτιοί τε καὶ Καμβύση, εἴτε ἄλλος τις ἦν ὁ ταῦτα παθὼν εἴτε αὐτὸς Ἄμασις ἦν, τύπος ἦν ἄναιμος, ἄσαρκος, ἄψυχος. τοῦτον, εἴ σοι φίλον, ἕλκε καὶ σπάραττε καὶ κέντρου, Ἄμασιν δὲ οἰ κατείληφας. ἕτερος δέ τις ζῶν, ἐμπνέων, αἰσθανόμενος, Πτίσσε πτίσσ̓, ἔφη, τὸν Ἀναξάρχου θύλακον· Ἀνάξαρχον γὰρ οὐ πτίσσεις. οὗτος γὰρ ἁνὴρ ἐμπεσὼν μὲν εἰς ὅλμον, τυπτόμενος δὲ τοῖς ὑπέροις, αὐτὸς οὐκ ἔφη πτίσσεσθαι, ἀλλὰ τῶν αὑτοῦ ὅπερ ἔτυχε περικείμενος· ὥσπερ φασὶ Περσῶν τοὺς ὁμοτίμους λαμβάνειν πληγάς, ἀντὶ τοῦ σώματος τὸν κάνδυν.
46
Πέρσαι μὲν οὖν ἐπὶ τούτῳ δυσφοροῦσιν· Ἕλλην δ’ ἀνὴρ παρεῖχε τύπτειν τὸ σῶμα ὡς κάνδυν ὡς ἱμάτιον· ἡμεῖς δ’ οὐ παρέχωμεν τὸν ἀνδριάντα χωνεύειν, κἂν αἰσθάνηται; νῦν δ’ ὁ μὲν κρείσσων αἰσθήσεως, ἐγὼ δὲ κατὰ τὴν Εὐριπίδου Λαοδάμειαν οὐκ ἂν προδοίην καίπερ ἄψυχον φίλον. βούλομαι οὖν αὐτὸν ὡς αἰσθανόμενον παραμυθήσασθαι. ὦ λόγων ἐμῶν σιγηλὸν εἴδωλον, οὐ φαίνῃ; οὐδὲ γὰρ ὁ πρὸ σοῦ Ἀριστέης· ὧδε γὰρ ἔσχε κἀκείνῳ, ὡς ἐμοὶ εἰκάσθη, ἀναστῆναι μὲν αὐτὸν ὑπὸ τῶν Προκοννησίων, ἀφανισθῆναι δὲ ὑπὸ τῶν ἐχθρῶν· λόγον δ’ ὑπὸ τῶν αὐτῶν τούτων διαδοθῆναι, ὡς οὔτε ζῶν οὔτε τεθνεὼς φαίνοιτο Ἀριστέης. ἀλλὰ καὶ τότε καὶ νῦν καὶ πρὸς ἅπαντα τὸν χρόνον ἔζη Ἀριστέης.
47
μνάσεσθαί τινά φαμι καὶ ἕτερον ἀμμέων. πάνυ γὰρ καλῶς εἶπεν ἡ Σαπφώ· καὶ πολὺ κάλλιον Ἡσίοδος, φήμη δ’ οὔτις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή. ἐγώ σε ἀναστήσω παρὰ τῇ θεῷ, ὅθεν οὐδείς σε μὴ καθέλῃ, οὐ σεισμός, οὐκ ἄνεμος, οὐ νιφετός, οὐκ ὄμβρος, οὐ φθόνος, οὐκ ἐχθρός, ἀλλὰ καὶ νῦν σε καταλαμβάνω ἑστηκότα. λάθα μὲν γὰρ ἤδη τινὰς καὶ ἑτέρους ἔσφηλε καὶ ἐψεύσατο, γνώμη δ’ ἀνδρῶν ἀγαθῶν οὐδένα, ᾗ κατ’ ἄνδρα μοι ὀρθὸς ἕστηκας.
(21)ΠΡΟΣ ΝΙΚΟΜΗΔΕΙΣ ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ ΤΗΣ ΠΡΟΣ ΝΙΚΑΕΙΣ.