17
τὸ δὲ καὶ χωρὶς ὑποθέσεως πολεμεῖν καὶ μάχεσθαι τί ἄλλο ἢ μανία παντελής ἐστι καὶ διὰ ταύτην κακῶν ἐπιθυμία; τὰ μὲν οὖν θηρία διὰ τοῦτο μάλιστα οἱ ἄνθρωποι μισοῦμεν, ὅτι πόλεμος ἡμῖν ἀδιάλλακτος πρὸς ταῦτά ἐστιν ἀεί. πολλοὶ δὲ καί τινες ἡμῶν καὶ τοῖς ἀνθρώποις ὡς θηρίοις χρώμενοι χαίρουσι τῇ πρὸς τὸ ὁμόφυλον γιγνομένῃ μάχῃ. καὶ οὐδὲ τῶν σημείων αἰσθανόμεθα τῶν θείων, ὅσα διδάσκοντες ἡμᾶς ὁμονοεῖν αὑτοῖς ἐπεφήμισαν.
18
καὶ γὰρ κήρυκές τινες ἐκ τῶν θεῶν εἶναι λέγονται, καὶ διὰ τοῦτο καὶ παρ’ ἡμῖν εἰρήνη μὲν ἐπικηρύσσεται, πόλεμοι δὲ ὡς ἐπὶ τὸ πλεῖστον ἀκήρυκτοι γίγνονται. καὶ γυμνοὶ πρεσβεύουσιν εἰς ὡπλισμένους ὑπὲρ εἰρήνης καὶ ἀδικῆσαι οὐκ ἔξεστιν αὐτῶν οὐδένα, ὡς τῶν θεῶν ἅπαντας τοὺς ὑπὲρ φιλίας ἀγγέλους. καὶ ὅταν συνερχομένων εἰς μάχην στρατῶν ἢ διοσημία φανῇ αἰφνίδιος ἢ τῆς γῆς γένηται σεισμός, ἀποστρέφονται εὐθὺς οἱ ἄνθρωποι καὶ ἀποχωροῦσιν ἀπ’ ἀλλήλων, ὡς τῶν θεῶν οὐ βουλομένων αὐτοὺς μάχεσθαι.
19
πολέμου δὲ σημεῖον οὐδὲν θεῖόν ἐστιν ὑπειλημμένον. καὶ ὅσα δὲ ἥδιστά τε τοῖς ἀνθρώποις καὶ εὐδαιμονίας σύμβολα, ταῦτα πάντα ποιοῦμεν, ἐπειδὰν εἰρήνη γένηται, καὶ στεφανούμεθα καὶ θύομεν καὶ ἑορτάζομεν· τὰ δὲ ἐναντία πάντα ἐν τοῖς πολέμοις, ὥσπερ ἐν τοῖς πένθεσι, καὶ συγκλειόμεθα ἔσω πυλῶν καὶ δεδοίκαμεν πάντα καὶ ἀπελπίζομεν ἑαυτούς· καὶ αἱ γυναῖκες τότε ὑπὲρ τῶν ἀνδρῶν κλαίουσι καὶ οἱ παῖδες ὑπὲρ τῶν πατέρων ὡς ἐπὶ τοῖς μεγίστοις κακοῖς.