20
ἐπειδὰν μὲν οὖν λοιμὸς ἢ σεισμὸς γένηται, τοῖς θεοῖς ἐγκαλοῦμεν, ὡς κακῶν παρέχουσιν τοῖς ἀνθρώποις αἰτίας, καὶ οὔ φαμεν αὐτοὺς εἶναι δικαίους οὐδὲ φιλανθρώπους, οὐδὲ ἂν τὰ μάλιστα ἡμῖν ἡμαρτηκόσιν ἐπιτιμῶσι σὺν τῇ δίκῃ· τοσοῦτον μῖσός ἐστι πρὸς τὰ αὐτόματα τῶν κακῶν. πόλεμον δέ, ὅστις οὐχ ἧττον ἀπόλλυσιν ἢ σεισμός, αὐτοὶ προαιρούμεθα καὶ τοῖς αἰτίοις τούτων ἀνθρώποις οὐκ ἐγκαλοῦμεν οὐδέν, ὥσπερ ὑπὲρ ἐκείνων τοῖς θεοῖς, ἀλλὰ τούτους εἶναι καὶ φιλοδήμους δοκοῦμεν καὶ λεγόντων ἥδιστα ἀκούομεν αὐτῶν καὶ συμβουλεύουσι πειθόμεθα, καὶ πάσας αὐτοῖς παρέχομεν ἀντὶ τῶν κακῶν οὐκ ἀμοιβάς· ἀμοιβαὶ γὰρ ἐξ ἴσων ἄν ἐγίγνοντο πρὸς αὐτοὺς κακῶν· ἀλλὰ χάριτας καὶ τιμὰς καὶ ἐπαίνους· ὥστε σφόδρα ἂν εἶεν ἀνόητοι τῶν ἐπὶ τοῖς κακοῖς ἔτι χάριν εἰδότων φειδόμενοι.
21
τὸ μὲν οὖν πρῶτον, ἄνδρες Νικομηδεῖς, τὰς αἰτίας τῆς στάσεως ἴδωμεν. εἰ μὲν γὰρ τηλικαῦτά ἐστιν, ὥστ’ ἄξιον εἶναι πολεμεῖν πόλεμον οὐ σύντομον, οἷος ἄν τοῖς ὅπλοις ἐγίγνετο καὶ παρηγορίαν εἶχε τὸ τάχος τῆς διακρίσεως, ἀλλὰ μακρὸν καὶ ἄπαυστον, ὥστε αὐτὸν ὑπολείπεσθαι καὶ τοῖς παισὶ καὶ τοῖς ἐκγόνοις καὶ μηδέποτε σχεῖν ἐλπίδα καταλλαγῆς· ἀγωνιζώμεθα καὶ στασιάζωμεν καὶ πράγματα παρέχωμεν ἀλλήλοις, ὅσα ἔνεστι παρέχειν, ἀχθόμενοι διότι μὴ καὶ πλείω δυνάμεθα. εἰ δὲ μάλιστα μὲν οὐδέν ἐστι τὸ ἆθλον τούτου τοῦ κακοῦ, τὰ δὲ δοκοῦντα εἶναι καὶ μικρά ἐστι καὶ φαῦλα καὶ οὐδ’ ἰδιώτας ὑπὲρ αὐτῶν στασιάζειν ἄξιόν ἐστιν, οὐχ ὅπως πόλεις τηλικαύτας· μὴ πάσχωμεν ὅμοιόν τι τοῖς ἄφροσι τῶν παίδων, οἵτινες αἰδούμενοι μὴ δοκῶσι μάτην ὀργίζεσθαι τοῖς πατράσιν ἢ ταῖς μητράσιν οὐ βούλονται καταλλάττεσθαι ῥᾳδίως.