33
πειρᾶσθε δὲ καὶ τοῖς ἡγεμόσιν αἰδῶ παρέχειν, ἀεὶ τοῦτο φανερὸν καθιστάντες ὅτι μὴ ἀπόχρη ὑμῖν καλῶς διοικεῖσθαι μόνοις, ἀλλὰ παντὸς ἐπιμελεῖσθε τοῦ τῶν Βιθυνῶν γένους καὶ οὐδὲν ἧττον δυσχεραίνετε τοῖς εἰς τοὺς ἄλλους ἀδικήμασιν ἢ τοῖς εἰς αὑτούς· κἄν τινες καταφύγωσιν ἐφ’ ὑμᾶς δεόμενοι βοηθείας, προθύμως ἐπαρκεῖτε καὶ ὁμοίως. ταῦτα τὸ πρωτεῖον ὑμῖν παραδώσει τὸ ἀληθινόν, οὐχ ἡ περὶ τῶν ὀνομάτων πρὸς Νικαεῖς μάχη.
34
βουλοίμην δ’ ἂν καὶ ἐκείνους τὰ αὐτὰ ποιεῖν, καὶ ποιήσουσιν ἐὰν καταλλαγῆτε, καὶ μείζων ἡ δύναμις ὑμῶν γενήσεται συντεθεῖσα. καὶ γὰρ τῶν πόλεων ὁμοῦ γενόμενοι πασῶν ἄρξετε, καὶ τοῖς ἡγεμόσι γενήσεται πλείων διατροπὴ πρὸς ὑμᾶς καὶ φόβος, ἐὰν ἀδικεῖν θέλωσιν. τὸ δὲ νῦν ἔχον αἱ μὲν ἄλλαι πόλεις ὑπὸ τῆς ὑμετέρας στάσεώς εἰσιν ἐπηρμέναι· χρείαν γὰρ αὐτῶν δοκεῖτε ἔχειν καὶ ταῖς ἀληθείαις ἔχετε διὰ τὸν πρὸς ἀλλήλους ἀγῶνα καὶ πάσχετε οἷόν τι πάσχουσιν, ἐπειδὰν δύο ἐπιφανεῖς ὁμοίως ἄνδρες διαπολιτεύωνται πρὸς ἀλλήλους· ἐξ ἀνάγκης ἅπαντας θεραπεύουσι καὶ τοὺς πλεῖστον ὅσον ἀποδέοντας αὐτῶν.
35
ὥστε ἐν ᾧ περὶ τοῦ πρωτείου μάχεσθε ὑμεῖς, κινδυνεύει τὸ πρωτεῖον παρ’ ἐκείνοις εἶναι τοῖς θεραπευομένοις ὑφ’ ὑμῶν. οὐδὲ γὰρ ἔνεστιν οὐκ ἔχειν τοῦτο δοκεῖν τινας, ὃ παρ’ αὐτῶν ἐκείνων ὑμεῖς λαμβάνειν ἀξιοῦτε. καὶ τὰς πόλεις οὖν πᾶσα ἀνάγκη γενήσεται τὴν τάξιν τὴν ἑαυτῶν ἀπολαβεῖν, καὶ ὥσπερ εἰκός ἐστι καὶ δίκαιον, ἐκείνας ὑμῶν χρῄζειν, οὐχ ὑμᾶς ἐκείνων. καὶ οὐχὶ παρὰ τοῦτο ἀξιώσω τυραννικῶς ὑμᾶς αὐτοῖς προσφέρεσθαι, πρᾴως δὲ καὶ μετρίως, ὥσπερ ὑφηγησάμην μικρὸν ἔμπροσθεν, ἵνα μὴ φορτικὸν γένηται τὸ πρωτεῖον ὑμῶν, ἀλλὰ καὶ πρωτεῖον ᾖ καὶ φιλῆται.