42
τὸ δὲ νῦν ἔχον ὥσπερ ὑφορμεῖτε ἀλλήλαις αἱ πόλεις καὶ ἔστι τοῖς ἀδικήσασι τὴν ἑτέραν πρὸς τὴν ἑτέραν καταφυγή. τῆς δὲ ὁμονοίας γενομένης ἀνάγκη καλοὺς εἶναι καὶ δικαίους ἄνδρας ἢ ἐκ τῆς Βιθυνίας ἀπαλλάττεσθαι. μέγα φρονεῖτε τῇ τοῦ πλήθους ὑπερβολῇ· πλείους ἔσεσθε. γῆν ἱκανὴν δοκεῖτε ἔχειν· πλείω τῆς ἱκανῆς ἕξετε. καθόλου πάντα μιχθέντα, καὶ καρποὶ καὶ χρήματα καὶ ἀνδρῶν ἀξίαι καὶ δυνάμεις, διπλάσια τὰ παρ’ ἀμφοτέροις γίγνεται.
43
καὶ οὗ δὲ πάντα ἕνεκεν οἱ ἄνθρωποι πράττουσιν, ἡ ἡδονή, κρείττων λόγου. τὸ γὰρ τὰ μὲν ὀδυνῶντα ὑμᾶς ἐξαιρεθῆναι, καὶ φθόνον καὶ φιλονικίαν καὶ τὴν ἐκ τούτων γιγνομένην στάσιν καὶ τὸ ἐπιβουλεύειν ἀλλήλοις ὑμᾶς καὶ τὸ τοῖς κακοῖς ἐφήδεσθαι τοῖς τῶν πλησίον καὶ τὸ ἐπὶ τοῖς ἀγαθοῖς ἄχθεσθαι, τὰ δὲ ἐναντία ἀντὶ τούτων εἰσελθεῖν εἰς τὰς πόλεις, κοινωνίαν ἀγαθῶν, ὁμοφροσύνην, ἐπὶ τοῖς αὐτοῖς ἀμφοτέρων χαράν, οὐχὶ ταῦτα πάντα ἑορτῇ ἔοικε δημοσίᾳ;
44
λογίσασθε δὲ οὕτως. εἴ τις ὑμῖν, ἄνδρες Νικομηδεῖς, θεῶν αἵρεσιν ἔδωκεν, εἰ βούλεσθε μὴ μόνον τὴν αὑτῶν πόλιν ἔχειν, ἀλλὰ καὶ τὴν Νικαέων, οὐκ ἂν παράδοξον μὲν ὑπὸ μεγέθους ἐφάνη ἀγαθὸν ὑμῖν, εὔξασθε δ’ ἂν πάσας εὐχάς, ὥστε αὐτοῦ τυχεῖν; ἀλλὰ τοῦτο τὸ παράδοξον δοκοῦν ἔξεστιν ἤδη γενέσθαι καὶ τὴν Νίκαιαν ὑμετέραν εἶναι καὶ τὰ παρ’ ὑμῖν ἐκείνων.
45
ἢ τῶν μὲν ἀδελφῶν θαυμάζομεν τοὺς εἰς ἅπαν τὸν κοινὸν οἰκοῦντας οἶκον καὶ μὴ νενεμημένους τὰ πατρῷα ὑπὸ μικρολογίας, ὅ τε πλοῦτος αὐτῶν ἔτι μᾶλλον θαυμάζεται μείζων καὶ κατὰ τοῦτο, τῷ μὴ νενεμῆσθαι μηδὲ ἑκάστῳ τὸ ἥμισυ γεγονέναι τῶν πάντων, ἀλλὰ τὸ ὅλον ἀμφοτέρων δοκεῖν, ἔτι δὲ καὶ ὡς ἀγαθοὺς πάντες ἐκείνους ὁρῶσι καὶ ὡς δικαίους καὶ ὡς τῷ ὄντι ἀδελφούς· ἐν δὲ ταῖς πόλεσι γενομένη αὕτη ἡ ἀδελφότης οὐχὶ καὶ μεῖζον ἀγαθὸν ἔσται καὶ κάλλιον καὶ πλουσιώτερον;