46
ἄξιον δὲ αὐτὴν γενέσθαι καὶ διὰ τοὺς προγόνους κοινοὺς ὄντας ἀμφοτέραις ταῖς πόλεσι καὶ διὰ τοὺς θεούς, ὧν καὶ παρ’ ἐκείνοις καὶ παρ’ ὑμῖν ὁμοιαί εἰσι τιμαί. τοῦτο γάρ ἐστιν, ἐφ’ ᾧ καὶ μάλιστα ὀδυνηθείη τις ἄν, ὅτι πάντα κοινὰ ἔχοντες, καὶ προγόνους καὶ θεοὺς καὶ ἔθη καὶ ἑορτάς, οἱ δὲ πολλοὶ καὶ συγγενείας ἰδιωτικὰς καὶ φιλίας, ὥσπερ Ἕλληνες πρὸς βαρβάρους μαχόμεθα, ἢ τὸ ἔτι τούτου τῷ γιγνομένῳ ὑφ’ ὑμῶν ὁμοιότερον, ὥσπερ ἄνθρωποι πρὸς θηρία. οὐκ ὄψεσθε εἰς ἀλλήλους;
47
οὐκ ἀκούσεσθε ἀλλήλων; οὐκ ἀντιδεξιώσονται τὴν ἀρχὴν ποιησαμένων ὑμῶν ἀλλήλας αἱ πόλεις; οὐχὶ πάντα τὰ παρὰ ἀμφοτέροις ἀγαθὰ κτήσεσθε καταλλαγέντες; οὐ χρήσεσθε αὐτοῖς θέλοντες; ὄφελον ἐξῆν καὶ τὸν Ἐφεσίων δῆμον ποιήσασθαι ἀδελφὸν ὑμῶν. ὄφελον καὶ τὰ Σμυρναίων οἰκοδομήματα κοινὰ ὑμῖν ἐγένετο.
48
ταῦτα δὲ πάντα τηλικαῦτα ὄντα ἀγαθὰ ἑνὸς ἕνεκα ὀνόματος ἀπόλλυτε, ποίαν ὠφέλειαν, τίνα ἡδονήν; ἀλλ’ ὅτι μὲν καὶ λυσιτελήσει ταῖς πόλεσιν ἡ καταλλαγὴ γενομένη καὶ μέχρι νῦν ὑμῖν οὐκ ἐλυσιτέλησεν ἡ στάσις οὖσα καὶ τὰ ἀγαθὰ τὰ ἐκ τῆς ὁμονοίας γενησόμενα καὶ τὰ κακὰ τὰ διὰ τὴν ἔχθραν ὑπάρχοντα, προείρηταί μοι μετρίως.
49
λοιπὸν δὲ εἰπεῖν ὅτι καὶ μενεῖ ταῦτα διαλλαγέντων ὑμῶν. ἤδη γάρ τινές εἰσιν οἱ καὶ τοῦτο δεδοικότες, ὧν ἀποδέχομαι τοῦ φόβου τὴν αἰτίαν, εἴ γε λέγουσιν αὐτὸ ταῖς ἀληθείαις ἐπιθυμοῦντες τῆς ὁμονοίας καὶ φοβούμενοι μὴ λυθῇ καὶ οὐ τοὐναντίον αὐτοῦ χάριν τοῦ μηδὲ ὅλως αὐτὴν γενέσθαι τοῦτο προβάλλονται. τὸ μὲν οὖν μέγιστον ὑμῖν καὶ τὸ πιστότατον τοῦ μενεῖν τὴν ὁμόνοιαν ἐνέχυρον ἔστω τὸ συμφέρειν αὐτήν. ἃ γὰρ καὶ λόγῳ παραδειχθέντα διότι συνοίσει μόνον ἤδη πείθειν ὑμᾶς ἔοικε, πῶς οὐ χρὴ τὴν ἀπὸ τῶν ἔργων ἕξειν αὐτὰ πειθὼ βεβαιοτέραν;