6
ὁμοίως δὲ καὶ ναῦς ἥτις ἂν μετὰ ὁμονοίας πλέῃ τοῦ κυβερνήτου καὶ τῶν ναυτῶν, αὐτή τε σῴζεται καὶ σῴζει τοὺς ἐμπλέοντας· εἰ δὲ μή, ὅσῳ πλείω τὰ ἱστία, τοσούτῳ σφοδρότερον τὸν χειμῶνα καὶ τὴν ταραχὴν μείζω συμβαίνειν ἀνάγκη. τὸ αὐτὸ τοῦτο ἐπὶ ἅρματος, ἂν μὲν ὅ θ’ ἡνίοχος ἄρχειν ἐπίστηται κατὰ τρόπον οἵ τε ἵπποι ὁμοφρονοῦντες καὶ πειθόμενοι ὦσιν, ἐλπίς ἐστιν ἐν μὲν ἀγῶνι νικᾶν, ἐν δὲ πολέμῳ σῴζεσθαι τὸ τοιοῦτον ἅρμα· στάσεως δὲ καὶ ταραχῆς ἐνούσης, τοσούτῳ μείζων ὁ κίνδυνος, ὅσῳ ἂν ἰσχυρότεροι ὦσιν οἱ ἵπποι καὶ ταχύτεροι.
7
παραπλησίως δὲ καὶ πόλει ὁμονοούσῃ πάντα τὰ τοιαῦτα χρήσιμά ἐστι, περιουσία χρημάτων καὶ πλῆθος ἀνθρώπων καὶ τιμαὶ καὶ δόξα καὶ δύναμις· εἰ δὲ μή, δύσχρηστα καὶ χαλεπά, οἷον ἐν ταὐτῷ τρεφομένων θηρίων πολλῶν ἢ βοσκημάτων, ἑνὸς εἴργοντος περιβόλου, κυριττόντων τε ἄλληλα καὶ πατούντων καὶ ἐπεμβαινόντων ἀλλήλοις. ἀλλ’ εἰ μὲν ὑγιαίνων ἐτύγχανον, οὐκ ἂν ἀπέστην τοῦ λόγου, πρὶν ἱκανῶς αὐτὸν διελθεῖν κατὰ τὴν ἐμαυτοῦ δύναμιν· νῦν δὲ ὑμεῖς τε ἴσως πρὸς ἑτέροις μᾶλλόν ἐστε κἀγὼ πολὺ καταδεέστερον ἔχω ἢ πρὸς τὸ μέγεθος τοῦ ἀγῶνος.
8
τὸν οὖν βραχύτατον καὶ ἀνυσιμώτατον λόγον καταλείπεται εἰπεῖν τὸν πρὸς τοὺς θεούς. οὗτοι γὰρ καὶ τῶν μικρὸν φθεγγομένων ἃ διανοοῦνται ἴσασιν. ἴσως γὰρ καὶ τοῦτο τοῦ σφόδρα εὐνοοῦντός ἐστιν· ὥσπερ οἱ χρηστοὶ πατέρες τοῖς παισὶν ἃ μὲν δύνανται παραινοῦσιν, ἃ δ’ ἄν ἂν μὴ πείθωσιν, εὔχονται τοῖς θεοῖς ὑπὲρ αὐτῶν. εὔχομαι δὴ τῷ τε Διονύσῳ τῷ προπάτορι τῆσδε τῆς πόλεως καὶ Ἡρακλεῖ τῷ κτίσαντι τήνδε τὴν πόλιν καὶ Διὶ Πολιεῖ καὶ Ἀθηνᾷ καὶ Ἀφροδίτῃ Φιλίᾳ καὶ Ὁμονοίᾳ καὶ Νεμέσει καὶ τοῖς ἄλλοις θεοῖς ἀπὸ τῆσδε τῆς ἡμέρας τῇδε τῇ πόλει πόθον ἑαυτῆς ἐμβαλεῖν καὶ ἔρωτα καὶ μίαν γνώμην καὶ ταὐτὰ βούλεσθαι καὶ φρονεῖν, στάσιν δὲ καὶ ἔριδα καὶ φιλονικίαν ἐκβαλεῖν, ὡς ἂν ἐν ταῖς εὐδαιμονεστάταις καὶ ἀρίσταις ᾖ πόλεσι τὸ λοιπόν.
(23)ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ ΠΕΡΙ ΤΗΣ ΠΡΟΣ ΑΠΑΜΕΙΣ ΟΜΟΝΟΙΑΣ.