9
ἀλλ’ οὐκ αἰσχρὰ καὶ καταγέλαστα ἐρείπια, πολὺ ταπεινότερα τῶν κλεισίων, οἷς ὑποδύεται τὰ πρόβατα, τῶν ποιμένων δὲ οὐδεὶς ἂν δύναιτο εἰσελθεῖν οὐδὲ τῶν γενναιοτέρων κυνῶν· ἐφ’ οἷς ὑμεῖς μὲν ἠρυθριᾶτε καὶ διετρέπεσθε τῶν ἡγεμόνων εἰσιόντων, οἱ δὲ ἀηδῶς ἔχοντες πρὸς ὑμᾶς ἐπέχαιρον καὶ ἐγέλων· ὅπου μηδὲ τοῖς χαλκεῦσιν ἐξῆν διάρασθαι σχεδόν, ἀλλὰ εἰργάζοντο κεκυφότες· καὶ ταῦτα πίπτοντα καὶ ὑπερηρεισμένα, ἃ πρὸς τὴν πληγὴν τοῦ ῥαιστῆρος ἔτρεμε καὶ διίστατο· ἀλλ’ ὅμως ἦσαν οἵ χαλεπῶς ἑώρων ἀφανιζόμενα τὰ σημεῖα τῆ ἔμπροσθεν πενίας καὶ ἀδοξίας, οὐχ ὅτι τῶν κιόνων ἔμελεν αὐτοῖς τῶν ἱσταμένων οὐδὲ τῶν γείσων, οὐ τῶν οἰκοδομουμένων ἐργαστηρίων ἄλλοσε, ἀλλ’ ἵνα μηδέποτε μεῖζον ὑμεῖς ἐκείνων φρονῆτε.
10
εὖ γὰρ ἴστε ὅτι καὶ τοῖς οἰκοδομήμασι καὶ ταῖς ἑορταῖς καὶ τῷ δικάζειν αὐτοὶ καὶ τῷ μὴ παρ’ ἑτέροις ἐξετάζεσθαι μηδὲ συντελεῖν ἄλλοις καθάπερ οἶμαι κώμην, πᾶσι τούτοις συναίρεσθαι πέφυκε τὸ φρόνημα τῶν πόλεων καὶ μεῖζον ἀξίωμα γίγνεσθαι τὸ τοῦ δήμου καὶ πλέονος τυγχάνειν τιμῆς καὶ παρὰ τῶν ἐπιδημούντων ξένων καὶ παρὰ τῶν ἡγεμόνων. ταῦτα δὲ τοῖς μὲν ἀγαπῶσι τὰς αὑτῶν πατρίδας καὶ μὴ φοβουμένοις μήποτε ἐλάττους αὐτῶν φανῶσι θαυμαστὴν ἔχει τὴν ἡδονήν· τοῖς δὲ ἐναντίως ἔχουσι καὶ βουλομένοις ἐν ἀσθενέσιν ἰσχύειν καὶ τὴν δόξαν τῆς πόλεως ἀδοξίαν αὑτῶν νομίζουσι δέοντως φέρει λύπην καὶ φθόνον.
11
καίτοι τὸ μὲν ὑπόδημα δεῖ πρὸς αὑτὸν ἁρμόττειν καὶ τὸν αὑτοῦ πόδα, καὶ ἂν δοκῇ μεῖζον, περιτεμεῖν· πόλιν δὲ οὐδέποτε δεῖ κολούειν οὐδὲ κατάγειν πρὸς αὑτὸν οὐδὲ πρὸς τὴν ἑαυτοῦ ψυχὴν μετρεῖν, ἐὰν τύχῃ σμικρὰν ἔχων καὶ ἀνελεύθερον, καὶ ταῦτα παραδειγμάτων ὄντων· λέγω δὲ τὸ τῶν Σμυρναίων, τὸ τῶν Ἐφεσίων, Ταρσεῖς ἐκείνους, Ἀντιοχέας. καὶ ταῦτα ἐπίσταμαι σαφῶς ὅτι καὶ πρότερόν τινες ἀκούοντες διερρήγνυντο καὶ χαλεπῶς ἔφερον, εἰ τοιούτων ἐθίζεσθε ἀκροᾶσθαι λόγων καὶ μετὰ τοιούτων πόλεων τολμᾷ τις ὀνομάζειν τὴν ὑμετέραν.