19
καὶ μὴν ὅστις ἂν προθυμῆται τὰ περὶ τὴν πόλιν καὶ δύνηταί τι ποιεῖν ὑμῖν συμφέρον, ἐμὲ πρῶτον ἕξει τὸν μαρτυροῦντα καὶ συναγωνιζόμενον, καὶ τὸ αὐτὸ πρᾶγμα, ὃ γίγνεται ὀρθόν, πολὺ ἂν ἥδιον ἐπαινέσαιμι καὶ προθυμότερον ἄλλου πράττοντος ἢ αὐτὸς εἰσηγούμενος. οὐδὲ γὰρ εὐδοκιμεῖν βουλόμενος οὐδὲ τῶν ἐπαινούντων ἀπορῶν οὐδ’ ἐπιθυμίᾳ δόξης, ἀλλὰ τῇ πρὸς ὑμᾶς εὐνοίᾳ βούλομαι γίγνεσθαί τι τῶν δεόντων, καὶ τοῖς θεοῖς εὔχομαι πᾶσι γηρῶν ὡς πλείστους ἐπιδεῖν ἱκανωτέρους ἐμοῦ τὴν πόλιν ὠφελεῖν.
20
καὶ νῦν ὑπὲρ τούτου ἐπαινῶ τόν τε ἄρχοντα καὶ τὸν εἰσηγησάμενον. πᾶσα μὲν γὰρ ὡς ἔπος εἰπεῖν ἔχθρα καἰ διαφορὰ πρὸς ὁντινοῦν γιγνομένη ἐργῶδες καὶ δυσχερὲς καὶ πόλει καὶ ἰδιώτῃ, κἂν ὁπωσοῦν τύχωσι διακείμενοι. τούς τε γὰρ ἀσθενεῖς ἱκανὸν ἐξελέγξαι καὶ ταπεινῶσαι πρὸς τοῖς οὖσι χαλεποῖς καὶ τοὺς εὖ πράττοντας ἐνοχλῆσαι καὶ ταράξαι τὴν ψυχὴν αὐτῶν· ὅθεν οἱ νοῦν ἔχοντες αἱροῦνται φέρειν ἐλαττούμενοι τὰ μέτρια καὶ μὴ σφόδρα ἀκριβῶς περιέχεσθαι τῶν δικαίων ἢ φιλονικοῦντες ἐφ̓ ἑκάστῳ καὶ μηδενὶ μηδὲν εἴκοντες ἀεί τινας ἔχειν τοὺς ἐπιβουλεύοντας καὶ πολεμοῦντας, καὶ τοῦτο μὲν τοῖς εὐτυχήμασι νεμεσῶντας καὶ καθ’ ὅσον οἷοί τέ εἰσιν ἐμποδὼν ἱσταμένους, τοῦτο δέ, ἂν συμβῇ τι πταῖσμα ʽπολλὰ δέ, ὡς ἐν ἀνθρώποις, τὰ γιγνόμενἀ χαίροντας καὶ ἐπιτιθεμένους.
21
οὐ γάρ ἐστιν οὐδεὶς ἀσθενὴς οὕτως οὐδὲ ἀδύνατος τὴν φύσιν, ἄνθρωπος ὢν πρὸς ἄνθρωπον, ὃς οὐ τυγχάνει καιροῦ τὴν δυσμένειαν ἐνδείξασθαι καὶ τὸ μῖσος ἢ καθ’ αὑτὸν ἢ σὺν ἑτέροις καὶ λόγον τινὰ εἰπεῖν, ᾧ πάντως ἐλύπησε, καὶ πρᾶγμα συνθεῖναι τὸ βλάψον. οὐδὲ γὰρ νόσημα οὐδὲν οὕτως ἀναίσθητον τοῖς ἔχουσιν ὡς μηδέποτε βλάψαι μηδὲ ἐμποδὼν γενέσθαι μηδεμιᾶς πράξεως, ἀλλὰ κἂν ἐγρηγορότι καὶ βαδίζοντι μὴ σφόδρα ἐνοχλῇ τὴν ἰσχὺν τοῦ σώματος, εἴς γε τὴν κοίτην ἀπήντησε καὶ διασπᾷ καὶ διαφθείρει τὸν ὕπνον.