22
οὕτως ἔγωγέ φημι μηδέποτε λυσιτελεῖν ἀπεχθάνεσθαι καὶ φιλονικεῖν μηδὲ τῇ μεγίστῃ πόλει πρὸς τὴν βραχυτάτην κώμην· ὅταν δὲ δὴ πρὸς ἀνθρώπους ᾖ πόλιν οἰκοῦντας οὐ σμικρὰν καὶ πολιτείαν ἐξαίρετον ἔχοντας καὶ παρὰ τοῖς ἡγεμόσι τιμήν τινα καὶ δύναμιν, ἐὰν σωφρονῶσι ʽδεῖ γὰρ ὑμᾶς ἀκούειν τἀληθῆ καὶ μὴ χαλεπῶς φέρειν, ἐάν τις ἑτέρους ἐπαινῇ βουλόμενος ὑμᾶς ὠφελεῖν’ τὸ δὲ μέγιστον ὁμόρους καὶ ἀστυγείτονας καὶ μόνον οὐχὶ καθ’ ἑκάστην τὴν ἡμέραν ὑμῖν ἐπιμιγνυμένους, τοῦτο μὲν τοῖς πλείστοις ἐπιγαμίας ὑπαρχούσης, τοῦτο δὲ πολιτῶν τινων, καὶ σχεδὸν τῶν δυνατωτάτων παρ’ ἡμῖν, τῆς παρ’ ἐκείνοις τιμῆς τετυχηκότων· πῶς χρὴ ταύτην ἄλυπον καὶ ἀβλαβῆ τὴν ἔχθραν ὑπολαμβάνειν;
23
καὶ μηδεὶς ὑπολάβῃ με λέγειν ὡς ἄρα χρὴ τελέως ὑποπεσεῖν καὶ μηδὲν ἐκείνων προαιρουμένων δίκαιον μηδὲ ἐπιεικὲς αὐτοὺς δεῖσθαι καὶ παρακαλεῖν· αἱρουμένων δὲ αὐτῶν καὶ προθυμουμένων τὰ εἰς φιλίαν ἑτοιμοτέρους πρὸς τοῦτο φαίνεσθαι καὶ τὴν φιλονικίαν τὴν ἐκ τῆς διαφορᾶς ἐπὶ τοῦτο μετενεγκεῖν πολὺ κάλλιον, ὅπως αὐτοὶ εὐγνωμονέστεροι φανησόμεθα καὶ μᾶλλον καταφρονοῦντες χρημάτων καὶ τοῦ πλείονος.
24
οὐ γὰρ οὕτως αἰσχρόν ἐστι λείπεσθαι τοῖς διὰ τὸ μῖσος ἔργοις καὶ νὴ Δία τοῖς πρὸς ἔχθραν ὡς τοῖς ἀπὸ τῆς μετριότητος καὶ τῆς φιλανθρωπίας. ὁ μὲν γὰρ ἐν ἐκείνοις ἡττώμενος κινδυνεύει λαβεῖν δόξαν ἀσθενείας, ὁ δ’ ἐν τούτοις σκαιότητος καὶ φιλονικίας. ὅσῳ δὴ κρεῖττον ἀσθενῆ δόξαι μᾶλλον ἢ πονηρόν, τοσούτῳ βέλτιον ὑστέρους εἶναι μαχομένους ἢ διαλλαττομένους.