25
εἰκότως δ’ ἄν μοι προσέχοιτε τὸν νοῦν μᾶλλον ἑτέρων τυχὸν μὲν καὶ ἄλλως, ἔτι δὲ κἀκεῖνο σκοποῦντες ὅτι μηδὲν ἰδίᾳ μοι διαφέρει, μηδὲ ὄχλησίν τινα ὀκνῶν ἢ δαπάνην ἐμαυτοῦ διὰ τοῦτο ἀμελῶ τοῦ πρέποντος ὑμῖν. ὅτι γάρ με οὐκ ἐνοχλήσετε μὴ βουλόμενον οὐδὲ κελεύσετε ἀποδημεῖν, ὥσπερ ἤδη πολὺν χρόνον ἔχοντα παρ’ ὑμῖν, ἐπίσταμαι σαφῶς· ʽἄλλως τε οὐκ ἀσχολούμενος ἐγὼ νομίζω συμφέρειν ὑμῖν οὐδὲ τοῦτον ἀποδημῶν τὸν τρόπον·̓ ἀλλ’ ὅπερ ἔφην, βέλτιον ἡγοῦμαι πᾶσιν ἀνθρώποις, οὐ μόνον ὑμῖν, μήτε ἀναιρεῖσθαι ῥᾳδίως ἔχθραν μὴ σφόδρα ἀναγκαίαν, τάς τε πρότερον οὔσας καταλύεσθαι πάντα τρόπον, ἂν ᾖ δυνατόν, τὴν ἐκ τοῦ διαφέρεσθαί τισι βλάβην μείζονα ἡγουμένους τῆς παρὰ τὰς διαλύσεις ζημίας.
26
πᾶσα γάρ, ὥς φασιν, εἰρήνη κρείττων πολέμου, καὶ πᾶσα φιλία πολὺ ἀμείνων καὶ λυσιτελεστέρα τοῖς γε νοῦν ἔχουσιν ἔχθρας, καὶ ἰδίᾳ τοῖς οἴκοις καὶ δημοσίᾳ ταῖς πόλεσιν. εἰρήνη μὲν γὰρ καὶ ὁμόνοια τοὺς χρωμένους οὐδὲν πώποτε ἔβλαψεν, ἔχθρα δὲ καὶ φιλονικία θαυμαστὸν εἰ μὴ σφόδρα ἀνήκεστα καὶ μεγάλα. καὶ τῆς μὲν ὁμονοίας τό τε ὄνομα εὔφημον ἥ τε πεῖρα ἀρίστη καὶ λυσιτελεστάτη πᾶσι· στάσεως δὲ καὶ διαφορᾶς σκυθρωπὴ μὲν ἡ προσηγορία καὶ δυσχερής, πολὺ δὲ χείρω καὶ τὰ ἔργα καὶ σκυθρωπότερα. καὶ γὰρ εἰπεῖν ἔστι καὶ ἀκοῦσαι καὶ πολλὰ τῶν ἀβουλήτων καὶ πρᾶξαι καὶ παθεῖν.
27
ἡ δὲ τῶν ἐγγὺς οὕτως καὶ ὁμόρων διαφορὰ καὶ τὸ μῖσος οὐδενὶ ἄλλῳ ἔοικεν ἢ στάσει μιᾶς πόλεως, ὅπου καὶ γάμων κοινωνία πολλοῖς καὶ συμβολαίων καὶ τὸ ἀφικνεῖσθαι παρ’ ἀλλήλους σχεδόν τι καθ’ ἑκάστην τὴν ἡμέραν καὶ τὸ συγγενεῖς εἶναι καὶ συνήθεις καὶ ξένους τρόπον τινὰ ἀλλήλοις ἅπαντας. παροικοῦσα δὲ πόλις ἐχθρὰ καὶ δυσμενὴς λυπηρὸν πάντα τρόπον καὶ δυσομίλητον, ὥσπερ εὔνους καὶ φίλη συμφέρον καὶ ἀγαπητόν.
28
ἐνθυμεῖσθε δὲ ὅσῳ μὲν ἥδιον ἀποδημεῖν πρὸς τοὺς πέλας οἰκείως ἔχοντας, ἀλλὰ μἠ ἐχθρῶς, ὅσῳ δὲ βέλτιον τοὺς ἐπιξενουμένους ὑποδέχεσθαι χωρὶς ὑποψίας, ἐν δὲ ταῖς κοιναῖς πανηγύρεσι καὶ θεῶν ἑορταῖς καὶ θέαις ὅσῳ κρεῖττον καὶ σωφρονέστερον ἀναμίγνυσθαι συνθύοντας ἀλλήλοις καὶ συνευχομένους, ἀλλὰ μὴ τοὐναντίον καταρωμένους καὶ βλασφημοῦντας.