29
αἱ δὲ ἐπιβοήσεις ἑκατέρου τοῦ πλήθους ἐν τοῖς σταδίοις καὶ τοῖς θεάτροις πόσον διαφέρουσι μετὰ ἐπαίνου γιγνόμεναι καὶ πολλῆς εὐφημίας τῶν μετὰ μίσους καὶ λοιδορίας; οὐ γὰρ ἀνθρώπων ἐπιεικῶν οὐδὲ πόλεων σωφρόνων, μᾶλλον δὲ ἑταιρῶν ἀσχημόνων ἀπὸ οἰκήματος ἑκατέρας οὐδὲν αἰσχυνομένων ῥῆμα ἀκόλαστον εἰπεῖν, ᾗ φησιν Ὅμηρος, αἵ τε χολωσάμεναι ἀγορῆς ἐς μέσσον ἰοῦσαι νεικεῦσ̓ ἀλλήλῃσι, χόλος δέ τε καὶ τὰ κελεύει.
30
πόσου δὴ ταῦτά ἐστι τὸ μὴ πάσχειν; πόσῳ δὲ πλείονος τὸ μὴ ποιεῖν; ποῖον δ’ ἂν τοσοῦτον γένοιτο χρημάτων πλῆθος ἢ χώρας μέγεθος ἀνθ’ οὗ προσήκει τοὺς νοῦν ἔχοντας ἀνθρώπους ἀντικαταλλάξασθαι τὴν καθ’ ἡμέραν εὐφημίαν, τὸ πρεπόντως μὲν θεᾶσθαι, προθύμως δὲ ἀποδημεῖν; καὶ μὴν τά γε τῆς χώρας καὶ τὰ τῆς θαλάττης καὶ τὰ τῶν ὀρῶν ἐξ ἅπαντος ὑμᾶς εἰς τὸ αὐτὸ συνάγει καὶ μὴ βουλομένους καὶ ἀναγκάζει χρήσασθαι ἀλλήλοις. ἐκεῖνοί τε γὰρ δέονται τῆς παρ’ ἡμῶν ὕλης καὶ ἑτέρων πολλῶν καὶ ἡμεῖς οὐκ ἔχομεν οὔτε εἰσαγαγέσθαι δι’ ἑτέρου λιμένος οὔτε ἐκπέμψαι τὰ γιγνόμενα παρ’ ἡμῖν.
31
πῶς οὖν οὐχ ἁπάντων δυστυχέστατον ὠνεῖσθαι μὲν ἑκάστους παρὰ ἀνθρώπων οὐ φίλων, ἀποδίδοσθαι δὲ τοῖς μισοῦσι, κατάγεσθαι δὲ παρὰ τοῖς βαρυνομένοις, ὑποδέχεσθαι δὲ τοὺς λοιδοροῦντας, συνεστιᾶσθαι δὲ ἐνίοτε τοῖς ἀλλοτριωτάτοις· ἐὰν δὲ πλοίου τις ἐπιβαίνῃ, σαφῶς εἰδέναι καὶ τὸν κυβερνήτην καὶ τοὺς ναύτας ἅπαντας καταρωμένους, τὸ δὲ πάντων ἀηδέστατον ὅραμα ἐχθρῶν, τοῦτο ἀεί ποτε ὁρᾶν καὶ πλέοντας καὶ βαδίζοντας, καὶ τούτοις ἀεὶ πλείστοις κατὰ τὰς ὁδοὺς ἀπαντᾶν, πονηρὸν καὶ δυσχερῆ σύμβολον, ὥστε πάντως εἰπόντα τι παρελθεῖν ἢ ἀκούσαντα δυσχερές.
32
ὥστε ἔγωγε ἐνεθυμούμην πολλάκις τὴν τῶν ἀνθρώπων ἀμαθίαν καὶ διαφθοράν, ὅτι τῶν σφόδρα ἀδόξων καὶ φαυλοτάτων ζῴων χείρους εἰσὶ ταῖς ψυχαῖς. οἱ μὲν γὰρ ἄνθρωποι πολλάκις ἐντυχόντες ἀλλήλοις μάχονται καὶ λοιδορηθέντες ἀπίασιν· οἱ δὲ μύρμηκες οὕτω πυκνοὶ βαδίζοντες οὐδέποτε ἠνώχλησαν ἀλλήλους, ἀλλὰ πάνυ πρᾴως ἐντυχάνουσι καὶ παρίασι καὶ βοηθοῦσιν ἀλλήλοις.