33
καὶ μὴν τὸ νῦν συμβεβηκὸς περὶ τὴν ἡμετέραν πόλιν τὸ μὲν ἀληθὲς ἅπτεται πολλῶν καὶ κνίζει τοὺς ἄλλους πάντας, ὅτι δὴ τὰς δίκας ὑμεῖς ἀποδέχεσθε καὶ παρ’ ὑμῖν αὐτοὺς ἀνάγκη κρίνεσθαι· χρὴ δὲ δι’ αὐτὸ μᾶλλον φιλανθρώπως ἔχειν καὶ μὴ παρέχειν ἑαυτοὺς ἐπιφθόνους. αὐτίκα οἱ πρέσβεις οἱ χειροτονηθέντες ἐπὶ τοῦτο τὸ πρᾶγμα πόθεν ἀπίασιν; οὐκ ἐκεῖθεν; οὐ παρὰ τῶν ἐχθίστων ἀναχθήσονται πλέοντες καὶ χρήσονται τῷ λιμένι τῆς ἐχθρᾶς πόλεως; ἢ κύκλῳ περιίασιν, ὥσπερ χαλεπῆς καὶ ἀβάτου τῆς ἐγγὺς ἡμῖν θαλάττης; ἐγὼ μὲν γὰρ καὶ τοῖς πρότερον διαφερομένοις πρὸς τοὺς ἀστυγείτονας ταῦτα ἡγοῦμαι χαλεπώτερα καὶ βαρύτερα τοῦ λαβόντας ὅπλα βαδίζειν εἰς τὴν χώραν ἢ προσβάλλειν τοῖς τείχεσιν ἢ τὰ δένδρα κόπτειν ἢ τῷ καρπῷ πῦρ ἐνιέναι.
34
τούτων γὰρ οἶμαι χαλεπῶν ὄντων, τῷ παντὶ χαλεπώτερόν ἐστιν, ἀφ’ ὧν γίγνεται, τὸ τῆς ἔχθρας καὶ τὸ τοῦ μίσους. οὐ γὰρ ἔστι φανῆναί ποτε ἀπὸ τούτου τοῦ πράγματος ὠφέλιμον οὐδὲ χρηστόν. ὅ τε γὰρ τῆς ἔχθρας καρπὸς ἁπάντων πικρότατος καὶ δριμύτατος, ὥσπερ οἶμαι τοὐναντίον ὁ τῆς εὐνοίας ἥδιστος καὶ λυσιτελέστατος. τὸ γὰρ μηδέποτε εἴκειν μηδὲ παραχωρεῖν τῷ πλησίον, λέγω δὲ χωρὶς αἰσχύνης, μηδὲ τῶν μὲν τυγχάνειν αὐτούς, τὰ δὲ παριέναι τοῖς ἄλλοις, οὐκ ἀνδρεῖόν ἐστιν, ὥσπερ οἴονταί τινες, οὐδὲ μεγαλόφρον, ἀλλ’ ἀνόητον καὶ ἀμαθές.
35
οὐχ ὁρᾶτε τοῦ ξύμπαντος οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ θείων καὶ μακαρίων αἰώνιον τάξιν καὶ ὁμόνοιαν καὶ σωφροσύνην, ἧς οὔτε κάλλιον οὔτε σεμνότερον οὐδὲν οἷόν τ’ ἐπινοῆσαι; πρὸς δὲ αὖ τῶν λεγομένων στοιχείων, ἀέρος καὶ γῆς καὶ ὕδατος καὶ πυρός, τὴν ἀσφαλῆ καὶ δικαίαν δι’ αἰῶνος ἁρμονίαν, μεθ’ ὅσης εὐγνωμοσύνης καὶ μετριότητος διαμένειν πέφυκεν αὐτά τε σῳζόμενα καὶ σῴζοντα τὸν ἅπαντα κόσμον;