39
τοῦτο δὲ τῶν πλανωμένων ἀστέρων τὴν ἄπαυστον χορείαν, ἃ μηδέποτε ἀλλήλοις ἐμποδὼν ἵσταται; πρὸς δὲ αὖ γῆ μὲν τὴν κατωτάτω χώραν λαχοῦσα ὑπομένει, καθάπερ ἕρμα νεώς, ὕδωρ δὲ περὶ ταύτῃ κεχυμένον, ὕπερθεν δὲ ἀμφοῖν ἀὴρ μαλακός τε καὶ εὔπνους, ὁ δὲ ἀνωτάτω καὶ ξύμπαντα ἔχων αἰθὴρ πυρὸς θείου κύκλῳ περιδραμόντος αὐτοῖς; καὶ ταῦτα μέν, οὕτως ἰσχυρὰ καὶ μεγάλα, τὴν πρὸς ἄλληλα κοινωνίαν ἀνέχεται καὶ διατελεῖ χωρὶς ἔχθρας· μικρὰ δὲ οὕτω πολίχνια τῶν ἐπιτυχόντων ἀνθρώπων καὶ ἔθνη ἀσθενῆ κατοικοῦντα ἐν μέρει τῆς γῆς οὐ δύναται τὴν ἡσυχίαν ἄγειν οὐδὲ ἀθορύβως ἀλλήλοις γειτνιᾶν;
40
ἀλλ’ ὄρνιθες μὲν ἐγγὺς ἀλλήλων ποιησάμενοι νεοττιὰς οὐκ ἐπιβουλεύουσιν αὑτοῖς οὐδὲ διαφέρονται περὶ τροφῆς καὶ φρυγάνων, οὐδὲ μύρμηκες πλησίον ὀπὰς ἔχοντες, ἐκ τῆς αὐτῆς ἅλω πολλάκις εἰσφερόμενοι σῖτον, ἀλλὰ παραχωροῦσιν αὑτοῖς καὶ τῶν ὁδῶν ἐκτρέπονται καὶ συνεργάζονται πολλάκις, οὐδὲ ἑσμοὶ πλείονες μελιττῶν, ἕνα καὶ τὸν αὐτὸν νεμόμενοι λειμῶνα, τῶν ἔργων ἀμελήσαντες περὶ τῶν ἀνθῶν τῆς δρόσου διαφέρονται.
41
καὶ μὴν ἀγέλαι βοῶν τε καὶ ἵππων ἀναμιχθεῖσαι πολλάκις ἀθορύβως καὶ πρᾴως νέμονται, ὥστε μίαν ἐξ ἀμφοῖν ἀγέλην ὁρᾶσθαι· ἔτι δὲ αἰπόλια καὶ ποίμνια συμμιχθέντα ἐπὶ νομῆς διημερεύσαντα ῥᾳδίως καὶ πρᾴως ὑπὸ τῶν νομέων διεκρίθησαν. ἄνθρωποι δὲ βοσκημάτων καὶ θηρίων χείρους, ὡς ἔοικε, τὰ πρὸς φιλίαν καὶ τὸ κοινωνεῖν ἀλλήλοις. ἃ γὰρ ἡ φύσις ἐποίησεν εὐνοίας ἕνεκα, ταῦτα ἰδεῖν ἔστιν ἔχθρας καὶ μίσους αἴτια γιγνόμενα. αὐτίκα ἡ πρώτη καὶ μεγίστη φιλία γονεῦσι πρὸς παῖδας.
(24)ΠΡΟΣ ΑΠΑΜΕΙΣ ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ.
1
Ὅτι μὲν ὑμεῖς, ὦ βουλὴ καὶ τῶν ἄλλων οἱ παρόντες οἱ μετριώτατοι, πρᾴως πρὸς ἐμὲ καὶ φιλικῶς ἔχετε, δοκῶ μοι τοῦτο γιγνώσκειν. αὐτός τε γὰρ ἐμαυτὸν οἶδα περὶ πολλοῦ ποιούμενον τὴν παρ’ ὑμῶν εὔνοιαν καὶ μηδέποτε μηδὲν ἐναντίον μήτε εἰπόντα μήτε πράξαντα, καὶ ὑμεῖς εὐθὺς ἐμὲ ἀφικόμενον ἐτιμήσατε δημοσίᾳ ψηφίσματι πέμψαντες, συνηδόμενοι τῆς καθόδου καὶ παρακαλοῦντες ἐπιδημῆσαι πρὸς αὑτούς.