2
καὶ ἴσως οὐδὲν ἐποιεῖτε θαυμαστόν· οὐ γὰρ μόνον αἱ λοιπαὶ πόλεις, ἀλλὰ καὶ τῶν ἰσοτίμων ὑμῖν αἱ πλεῖσται σχεδόν, ὅπου γέγονα, καὶ πολιτείας καὶ βουλῆς καὶ τῶν πρώτων τιμῶν οὐδὲν δεομένῳ μετέδωκαν, οὐκ ἀνωφελῆ σφισι νομίζοντες οὐδὲ ἀνάξιον τιμᾶσθαι. τὸ δὲ ὑμέτερον οὐκ ἔστιν ἀλλότριον, ἀλλ’ ὡς ἂν εὐνοίᾳ καὶ χάριτι πατρίδος τιμώσης πολίτην αὑτῆς. τὸ δὲ εἶναί τινας, ὡς ἂν ἐν δήμῳ, τῶν ἐνθάδε ἐμοὶ σχεδὸν μὴ σφόδρα ἡδομένους οὐκ ἂν θαυμάσαιμι διὰ τὴν τῶν πόλεων φιλοτιμίαν. καίτοι ἐπίσταμαι σαφῶς οὐδὲ τοὺς ἐκεῖ πολίτας ἅπαντας ἀρέσαι δυνάμενος, ἀλλ’ ἐνίους δι’ αὐτὸ τοῦτο ἀχθομένους ὅτι λίαν δοκῶ φιλόπολις καὶ πρόθυμος.
3
δεῖ δὲ τὸν ἐπιεικῆ καὶ μέτριον ἄνδρα καὶ ταύτην παρέχειν τὴν ἐξουσίαν τοῖς ἑαυτοῦ πολίταις. τὸ γὰρ μηδένα ἐν πόλει μήτε ἀντιλέγειν ἑνὶ μήτε μέμφεσθαι κἂν ἅπαντα φαίνηται ποιῶν καλῶς, οὐ δήμων ἐστὶν οὐδὲ ἐπιεικές, ἀλλὰ μᾶλλον φιλεῖ τὸ τοιοῦτον συμβαίνειν τοῖς τυράννοις ἢ τοῖς εὐεργέταις. εἰ οὖν εἰσί τινες πρὸς ἐμὲ δυσκόλως διακείμενοι, τούτοις μάλιστα πιστεύω. δῆλον γὰρ ὡς νομίζοντές με ἀγαπᾶν τὴν ἐμαυτοῦ πατρίδα καὶ πάντα τρόπον αὔξειν οὕτως ἔχουσιν. ἐὰν οὖν πεισθῶσιν ὅτι καὶ ταύτην ἡγοῦμαι πατρίδα, καὶ πράττειν ὑπὲρ αὐτῆς ὅ,τι ἂν δύνωμαι πρόθυμός εἰμι, ῥᾳδίως μεταβαλοῦνται καὶ ἀγαπήσουσί με τοῖς ἄλλοις ὁμοίως.
4
τὸ μὲν οὖν φιλεῖν τὴν πατρίδα μάλιστα πάντων οὐκ ἔξαρνός εἰμι. πυνθάνομαι δὲ αὐτῶν, εἰ τοῦτο ἀδίκου νομίζουσιν ἀνδρὸς εἶναι καὶ μοχθηροῦ, καὶ πολίτην τοιοῦτον οὐκ ἂν ἐθέλοιεν εἶναι παῤ αὑτοῖς. οὐκοῦν ἔξεστιν ὑμῖν ἔχειν κἀμὲ πολίτην ἀνυπόπτως καὶ τῶν ἄλλων τοὺς βελτίστους. καὶ τοίνυν δι’ αὐτό μοι τοῦτο πιστεύοιτε ἂν δικαιότερον. ὅστις μὲν γὰρ ἀγνώμων περὶ τοὺς φύσει γονέας, οὐκ ἂν γένοιτο ὅσιος οὐδὲ πρὸς τοὺς θεμένους αὐτόν.