9
ἐπίσταμαι μὲν οὖν ὡς χαλεπόν ἐστιν ἀνθρώπων ἐξελεῖν ἔριν, καὶ ταῦτα ἐν πλείονι χρόνῳ τεθραμμένην, ὥσπερ νόσημα ἐκ πολλοῦ συμπεφυκὸς οὐ ῥᾴδιον ἀπαλλάξαι τοῦ σώματος, ἄλλως τε εἴ τις ἐθέλοι ἀνωδύνως ἰᾶσθαι. ὅμως δὲ πιστεύω τῷ τῆς πόλεως ἤθει, νομίζων οὐ σκληρὸν οὐδὲ ἀμαθές, ἀλλὰ τῷ ὄντι γνήσιον ἐκείνων τῶν ἀνδρῶν καὶ τῆς μακαρίας πόλεως, ὑφ’ ἧς δεῦρο ἐπέμφθητε φίλοι δὴ παρὰ φίλους δεῦρο οἰκήσοντες· ἣ τοσοῦτον εὐτυχίᾳ διαφέρουσα τῶν ἄλλων ἀνθρώπων καὶ δυνάμει πλέον διενήνοχεν ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ, τοῦτο μὲν ἀφθόνως μεταδιδοῦσα καὶ πολιτείας καὶ νόμων καὶ ἀρχῶν, οὐδέν’ ἀλλότριον ἡγουμένη τῶν ἀξίων, τοῦτο δὲ ὁμοίως ἅπασι φυλάττουσα τὸ δίκαιον.
10
ἣν προσήκει μιμουμένους ὑμᾶς πρᾴους καὶ μεγαλόφρονας φαίνεσθαι καὶ τοῖς ἐγγὺς οὕτω καὶ συνοίκοις σχεδὸν μὴ χαλεποὺς μηδὲ ὑπερηφάνους γείτονας, πρὸς οὓς ὑμῖν καὶ γάμοι κοινοὶ καὶ τέκνα καὶ πολιτεῖαι καὶ θυσίαι θεῶν καὶ πανηγύρεις καὶ θεάματα, καὶ συμπαιδεύεσθε τοῖς καθ’ ἕνα καὶ συνεστιᾶσθε καὶ ἀλλήλους ὑποδέχεσθε καὶ ἀλλήλοις τὸν πλείω χρόνον συνδιατρίβετε καὶ σχεδὸν εἷς ἐστε δῆμος καὶ μία πόλις ἐν οὐ πολλῷ διαστήματι. καὶ τοίνυν πλείους τῶν ἐκεῖθεν καὶ πολίτας πεποίησθε, καὶ βουλῆς μετεδώκατε, καὶ ἄρχοντας οὐκ ἀπηξιώσατε γενέσθαι παρ’ ὑμῖν, καὶ τῶν σεμνῶν τούτων, ἃ τῆς Ῥωμαίων ἐστὶ πόλεως, ἐκοινωνήσατε.
11
πῶς οὖν εἰκὸς καθ’ ἕνα μὲν ἕκαστον ἡγεῖσθαι φίλον καὶ τιμᾶν, κοινῇ δὲ τὴν πόλιν ἐχθρὰν νομίζειν, ὑμᾶς τε ἐκείνην κἀκείνους τὴν ὑμετέραν; οἱ γὰρ τοὺς ἀνθρώπους ἀγαπῶντες καὶ ἐπιμιγνύμενοι τούτοις καὶ προσαγόμενοι πολίτας τί λοιπὸν ἢ τὸν ἀέρα ἐχθαίρουσι καὶ τοὺς τόπους, ἤ, ὃ μηδὲ εἰπεῖν ὅσιον, τοῖς θεοῖς ἀπεχθάνονται; καὶ τοίνυν ἅπασα μὲν ἔχθρα πρὸς ἅπαντας ἐργῶδες καὶ χαλεπόν· οὐδεὶς γὰρ οὕτως ἀσθενὴς ἐχθρὸς ὅστις οὐκ ἐλύπησεν ἐπὶ καιροῦ καὶ τὸν ἄγαν φαινόμενον ἰσχυρὸν καὶ τὸ μῖσος ἐνεδείξατο ἢ λόγον τινὰ εἰπὼν λυπηρὸν ἢ ἔργον ἀσύμφορον πράξας.