12
διαφθείρων δὲ καὶ τὸν δῆμον αὐτὸς ἐφιστάμενος κατήγορος καὶ τοῖς αὑτοῦ ῥήμασι καὶ τῇ γλώττῃ παρανομῶν εἰς τοὺς πολίτας, εἰς τοὺς δημότας, καὶ πολλὰ ἕτερα ποιῶν, ἅ αἰσχύνομαι καθ̓ ἕκαστον λέγειν· πονηρὸν δὲ παράδειγμα παρέχων ἑαυτὸν καὶ νεωτέροις καὶ πρεσβυτέροις ἀπονίας καὶ τρυφῆς καὶ ἀπιστίας· δεκάζων δὲ τὸ πλῆθος, ἵνα μηδεὶς αὐτῷ προφέρῃ τὰ τότε πραχθέντα, ἀλλὰ τοῦ μίσους καὶ τῆς ἐπιβουλῆς λήθην τινὰ ποιήσωνται. φέρε δὴ πρὸς ταῦτα ἀπολογήσομαι, ὦ ἄνδρες Προυσαεῖς, κἂν δοκῇ ὑμῖν ἀκούσασι, κατεψηφίσασθέ μου· καὶ γὰρ τοῦ Σωκράτους οἱ Ἀθηναῖοι ἀκούσαντες κατεψηφίσαντο.
(27)ΦΙΛΟΦΡΟΝΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΠΑΤΡΙΔΑ ΕΙΣΗΓΟΥΜΕΝΗΝ ΑΥΤΩΙ ΤΙΜΑΣ.
1
Ἐμοί, ὦ ἄνδρες πολῖται, οὔτε ὄψις ἡδίων ἐστὶ τῆς ὑμετέρας οὔτε φωνὴ προσφιλεστέρα οὔτε τιμαὶ μείζους τῶν ἐνθάδε οὔτε ἔπαινος λαμπρότερος ἢ ὁ παρ’ ὑμῶν· οὐδ’ ἂν ξύμπαντες οἱ Ἕλληνες, πρὸς δὲ αὐτοῖς ὁ Ῥωμαίων δῆμος ἐμὲ θαυμάζωσι καὶ ἐπαινῶσιν, οὐκ ἂν οὕτως τοῦτο εὐφράναι τὴν ἐμὴν διάνοιαν. τῷ γὰρ ὄντι πολλὰ σοφὰ καὶ θεῖα εἰρηκὼς Ὅμηρος οὐδὲν σοφώτερον ἔφη τούτου τοῦ ἔπους οὐδὲ ἀληθέστερον ὣς οὐδὲν γλύκιον ἧς πατρίδος.
2
εὖ μέντοι ἐπίστασθε ὅτι τὰς τιμὰς ἔχω πάσας, καὶ ὅσας νῦν εἰσηγεῖσθε καὶ εἴ τινες ἄλλαι εἰσίν, ἐν τῇ ὑμετέρᾳ εὐνοίᾳ καὶ φιλίᾳ καὶ οὐδενὸς ἄλλου ἐγὼ δέομαι. τοῦτο γὰρ ἀνθρώπῳ ἱκανώτατον ἐπιεικεῖ, τὸ ἀγαπᾶσθαι ὑπὸ τῶν αὑτοῦ πολιτῶν, καὶ ὁ τοῦτο ἔχων τί ἂν ἔτι προσδέοιτο εἰκόνων ἢ κηρυγμάτων ἢ κηρυγμάτων ἢ προεδριῶν; ἀλλ̓ οὐδὲ ,χρυσοῦς σφυρήλατοσ̓ ἱστάμενος ἐν τοῖς ἐπιφανεστάτοις ἱεροῖς. ἓν γὰρ ῥῆμα πλείονος ἄξιον ἀπ’ εὐνοίας ῥηθὲν καὶ φιλίας ἢ τὸ ξύμπαν ἐν ἀνθρώποις χρυσίον καὶ στέφανοι καὶ τὰ ἄλλα, ὅσα δοκεῖ λαμπρά· ὥστε μοι πειθόμενοι οὕτω ποιεῖτε.
3
εἰ δὲ ἄρα καὶ τοιαύτας τινὰς δεῖ με τιμὰς ἔχειν, πολλαί μοι καὶ ἄλλαι εἰσὶ παρ’ ὑμῖν, τοῦτο μὲν αἱ τοῦ πατρὸς τοῦ ἐμοῦ, ὅσαις ἐκεῖνον ἐτιμήσατε, ὡς ἄνδρα ἀγαθὸν καὶ ὅσον ἔζη χρόνον δικαίως προεστῶτα τῆσδε τῆς πόλεως, τοῦτο δὲ τῆς μητρός, ἧς ὑμεῖς ἱδρύσασθε καὶ ἄγαλμα καὶ ἱερόν,