4
τοῦτο δὲ αἱ τῶν πάππων καὶ αἱ τῶν ἄλλων προγόνων, ἔτι δὲ αἱ τῶν ἀδελφῶν καὶ τῶν ἄλλων συγγενῶν. καὶ γὰρ ἀνδριάντας πολλοὺς καὶ ταφὰς δημοσίας καὶ ἀγῶνας ἐπιταφίους καὶ ἄλλα πολλὰ καὶ τίμια, ἃ ἐκείνοις παρὰ τῆσδε τῆς πόλεως γέγονεν, ὧν οὐδενὸς ἐγὼ ἐπιλέλησμαι, ἀλλὰ ἐπίσταμαι πάντα ὡς οἷόν τε μάλιστα, καὶ οἶμαι τὰς ὑπὲρ τούτων χάριτας αὐτὸς ὑμῖν ὀφείλειν, καὶ εὔχομαι τοῖς θεοῖς ἱκανὸς γενέσθαι ἀποτίνειν. πολλοῦ μὲν γὰρ ἐπίσταμαι κἀκείνους γενομένους ἀξίους καὶ δικαίως ἁπάντων τυχόντας, ὅμως δὲ ἐν ἅπασιν ὑπερέβαλεν ἡ πόλις. καὶ γὰρ ὅσα οὐκ ἐδυνήθησαν βουληθέντες διὰ τύχην τινά, καὶ τούτων αὐτοῖς χάριν ἀπεδίδου ἡ πατρίς.
5
ὁ γοῦν πάππος ὁ ἐμός, εἰ ἐπὶ πλέον ἀπώνατο τῆς φιλίας τοῦ τότε αὐτοκράτορος, ἀλλὰ μὴ βραχὺς παντελῶς ἐγένετο ὁ χρόνος, διενοεῖτο, ὥς φασιν, ἐλευθερίαν τῇ πόλει λαβεῖν καὶ ἤδη περὶ τούτου πεποίητο τὸν λόγον. οὐ δεῖ δὲ ἀπελπίζειν, ἕως ἂν ἀγαθοὺς καὶ φιλοτίμους ἄνδρας ἡ πόλις φέρῃ ὁποίους καὶ τοὺς νῦν. ἐγὼ γὰρ ἐν πολλαῖς γεγονὼς πόλεσιν οὐκ οἶδα βελτίους ἄνδρας τῶν παρ’ ὑμῖν. ἔλεγον δ’ ἄν ἐπὶ πλέον καθ’ ἕκαστον, εἰ μὴ σχεδὸν ἅπαντας συγγενεῖς ὄντας ὤκνουν ἐπαινεῖν, καὶ ὥσπερ ἔρανόν τινα ἀποδιδοὺς τῶν εἰς ἐμαυτὸν ἕνεκα τιμῶν.
6
ἠκροασάμην γὰρ δὴ καὶ τούτων καίτοι σφόδρα αἰδούμενος ὅμως διὰ τοὺς λέγοντος αὐτούς, ἀγάμενος τῶν ἀνδρῶν τό τε ἄφθονον καὶ τὴν προθυμίαν, ἔτι δὲ τὴν περὶ τὸ εἰπεῖν δύναμιν. οὐ δὴ θαυμαστόν, εἰ ἐγὼ πατρίδα τοιαύτην οὕτω σφόδρα ἠγάπηκα ὥστε οὔτ’ ἄν Ἀθήνας οὔτε Ἄργος οὔτε Λακεδαίμονα, αἵπερ εἰσὶ πρῶται καὶ ἐνδοξόταται τῶν Ἑλληνίδων, εἱλόμην ἂν εἶναί μοι πατρίδας πρὸ ταύτης· καὶ τοῦτο ἔργῳ ἐδήλωσα. πολλῶν γὰρ πολλαχῇ παρακαλούντων με καὶ μένειν καὶ προΐστασθαι τῶν κοινῶν οὐ νῦν μόνον, ἀλλὰ καὶ πρότερον, ὅτε ἤμην φυγάς ʽκαὶ ψηφίσματα ἔπεμψάν τινες πρὸς τὸν αὐτοκράτορα χάριν εἰδότες τῆς εἰς ἐμὲ τιμῆσ̓, οὐδὲ πώποτε ἄχρι λόγου τὸ τοιοῦτον ὑπεσχόμην, ἀλλ’ οἰδ’ οἰκίαν ἢ χωρίον ἐκτησάμην παρ’ ἑτέροις,