7
ὡς μηδὲν ᾖ μοι σημεῖον ἀλλαχοῦ πατρίδος. καὶ γὰρ ἄν εἴη δεινόν, εἰ οἱ ἄνθρωποι ἀδικώτεροι ἔσονται τῶν μελιττῶν. οὐδέποτε γὰρ ἐκείνων μία καταλιποῦσα τὸ αὑτῆς σμῆνος εἰς ἕτερον μετέστη τὸ μεῖζον ἢ μᾶλλον εὐθενοῦν, ἀλλὰ τὸν ἴδιον ἑσμὸν πληροῖ τε καὶ αὔξει, κἂν ψυχρότερον ᾖ τὸ χωρίον καὶ αἱ νομαὶ χείρους καὶ ἡ δρόσος ἐλάττων κἂν δυσκολώτερον τὸ ἔργον τὸ περὶ τὰ κηρία κἂν ὁ γεωργὸς ἀμελέστερος. οὕτως δὲ ἄγαν αὐτάς φασι φιλεῖν ἀλλήλας καὶ τὸ ἴδιον σμῆνος ἑκάστην, ὥστε ἐπειδὰν ἔξω ὑπὸ χειμῶνος ἀποληφθῶσι πολλοῦ γενομένου πνεύματος, λίθον εἰς τοὺς πόδας ἑκάστη λαβοῦσα ὥσπερ ἕρμα οὕτως πέτονται, ὅπως μὴ παρενεχθῶσιν ὑπὸ τοῦ πνεύματος μηδὲ τοῦ σμήνους διαμάρτωσιν.
8
ὅταν δὲ δὴ καὶ πρόθυμον οὕτως καὶ ἀγαθὴν ἔχῃ τις πατρίδα, πῶς οὐ χρὴ πάντα τἄλλα περὶ ἐλάττονος ποιεῖσθαι ταύτης; ἃ ἐγὼ λογιζόμενος χαίρω, ὁρῶν καὶ τὸν υἱέα τὸν ἐμαυτοῦ καὶ τὸν ἀδελφιδοῦν καὶ τοὺς ἄλλους νεανίσκους ʽπολλοὺς δὲ ὁρῶ σὺν θεῷ καὶ ἅπαντας ἀγαθῶν γονέων καὶ τό γε εἶδος ἀγαθοῖς ὁμοίουσ̓ οὕτως διανοουμένους ὡς φιλονικήσοντας ἀλλήλοις ἄνευ φθόνου καὶ ζηλοτυπίας καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπὲρ ἀρετῆς καὶ εὐδοξίας τῆς τε αὑτῶν καὶ τῆς πατρίδος καὶ ὅπως πρωτεύσῃ ἕκαστος ἐν τῇ πατρίδι τῷ δίκαιός τε εἶναι καὶ φιλόπολις καὶ μὴ ἀδύνατος ἀγαθόν τι ποιεῖν καὶ αὔξειν τὴν πατρίδα.
9
εὖ γὰρ ἴστε ὅτι οὐ μεγίστη τῶν πόλεων οὖσα οὐδὲ πλεῖστον χρόνον οἰκουμένη πολλῶν γνωριμωτέρα ἐστὶ καὶ παρὰ τοῖς ἄλλοις ἀνθρώποις, καὶ σχεδόν τι πρὸς ἅπαντας ἀγωνιουμένους τοὺς Ἕλληνας πάλαι παρέχει τοὺς αὑτῆς πολίτας οὐκ ἐν τοῖς ὑστάτοις οὐδ’ ἐν τοῖς τρίτοις ἢ δευτέροις ἀριθμουμένους. λέγω δὲ οὐχ ὑπὲρ ἐμαυτοῦ τοῦτον ἐγὼ τὸν λόγον, ἀλλὰ ὑπὲρ τῶν ἄλλων, ὧν οἱ μὲν ἀποδημήσαντες καὶ πλείοσι φανεροὶ γενόμενοι φανερὰν τὴν δόξαν ἐκτήσαντο, οἱ δὲ ἐνθάδε πολιτευόμενοι καὶ μένοντες οὐδὲν χείρους ἐκείνων εἰσὶν οὔτε περὶ τοὺς λόγους οὔτε περὶ τὰ ἔργα.