10
ὁρῶ δὲ οὐ μόνον ἀπὸ λόγων, ἀλλὰ καὶ ἀπὸ φιλοσοφίας ἄνδρας ἀγαθοὺς καὶ ἀξιολόγους γιγνομένους ἐν τῇ πόλει· ὑπὲρ ὧν ἐγὼ καὶ ἰδίᾳ τοὺς νέους καὶ κοινῇ, ὅταν ᾖ καιρός, οὐκ ὀκνήσω παρακαλεῖν. καὶ τὸν δῆμον ὑμᾶς ἀξιῶ, ἃ μὲν ἔστι παρὰ τῶν κρατούντων, ταῦτα ἐλπίζειν ὡς ἐσόμενα καὶ εὔχεσθαι συμβαίνειν τινὰ τιμὴν ἢ δόξαν ἢ εὐπορίαν χρημάτων· ἃ δὲ ἔστι παρ’ αὐτῶν, ἔχειν, εὐταξίᾳ τῶν ἄλλων δήμων διαφέροντας, αἰδοῖ, τῷ πείθεσθαι τοῖς ἀγαθοῖς ἀνδράσι, φιλεργίᾳ, σωφροσύνῃ τῇ περὶ τὸν καθ’ ἡμέραν βίον, τῷ μήτε τῶν σωμάτων ἀμελεῖν μήτε τῆς ψυχῆς, καθ’ ὅσον ἑκάστῳ σχολὴν δίδωσι τὰ αὑτοῦ πράγματα, τῷ προθύμως ἐκτρέφειν τέκνα καὶ παιδεύειν, τῷ παρέχειν Ἑλληνικὴν τῷ ὄντι καὶ ἀθόρυβον καὶ καθεστῶσαν τὴν πόλιν καὶ τὸ δριμὺ καὶ τὸ ἀνδρεῖον τῆς φύσεως καὶ τὴν σύνεσιν ἐπὶ τὰ μείζω καὶ καλλίω τρέπειν, διχοφροσύνης δὲ καὶ ταραχῆς καὶ τοῦ προσκρούειν ἀλλήλοις ὡς οἷόν τε ἀπέχεσθαι.
11
ἔστι γάρ, ὦ ἄνδρες, καὶ δήμου παιδεία καὶ πόλεως ἦθος φιλόσοφον καὶ ἐπιεικές. καὶ οὐ μόνον Λακεδαιμονίοις οὐδὲ Ἀθηναίοις τὸ παλαιὸν καὶ ἄλλοις τισὶ συνέβη διὰ τὸ κοσμίως πολιτεύεσθαι μεγάλας καὶ ἐπιφανεῖς καὶ ἐκ πάνυ μικρῶν καὶ ἀσθενῶν ἀποδεῖξαι τὰς πόλεις, ἀλλὰ καὶ τῶν νῦν ἔξεστι τὸ τοιοῦτον τοῖς βουλομένοις. ταῦτα γὰρ ὑμᾶς ἐπιτηδεύοντας πλέον ὀνήσει καὶ τοῦ πλήθους τῶν βουλευτῶν καὶ τοῦ παρ’ ὑμῖν τὰ πράγματα ἄγεσθαι καὶ τοῦ πρόσοδόν τινα χρημάτων ἔξωθεν ὑμῖν ὑπάρξαι καὶ τῆς ἐλευθερίας αὐτῆς, ἐὰν ἄρα καὶ τούτου τύχητέ ποτε.
12
εὖ γὰρ ἴστε ὅτι τὴν μὲν λεγομένην ἐλευθερίαν καὶ τὸ ὄνομα τοῦθ̓, ὃ παρὰ τῶν κρατούντων καὶ δυναμένων γίγνεται, ἐνίοτε οὐ δυνατὸν κτήσασθαι· τὴν δὲ ἀληθῆ ἐλευθερίαν καὶ ἔργῳ περιγιγνομένην τοῖς ἀνθρώποις καὶ ἀνὴρ καὶ πόλις ἑκάστη παρ’ αὑτῆς λαμβάνει, μεγαλοφρόνως καὶ μὴ ταπεινῶς μηδ’ ἀνελευθέρως διοικοῦσα τὸ καθ’ αὑτήν. ἵνα δὲ καὶ ἀλλαχόθεν εἰδῆτε τὴν ἐμὴν γνώμην, ἀναγνώσομαι ὑμῖν ἐπιστολὴν ἥν τε αὐτὸς ἐπέστειλα τῷ αὐτοκράτορι, ὅτε ἐκλήθην, ὅτι ἐν ἐκείνῃ παρεκάλουν ἀφεθῆναι πρὸς ὑμᾶς, καὶ ἣν ἐκεῖνος ἀντέγραψεν.
(28)ΑΠΟΛΟΓΙΣΜΟΣ ΟΠΩΣ ΕΣΧΗΚΕ ΠΡΟΣ ΤΗΝ ΠΑΤΡΙΔΑ.