71
τοῖς δὲ ἀνδράσι προσήκει μὲν στρατεύεσθαι, προσήκει δὲ ναυτιλίας προσήκει δὲ πλεῖν, ἀνάγκη δὲ ἐν ὑπαίθρῳ τὰ ἔργα διαπονεῖν. ἀλλʼ οὐ διὰ τοῦτο μᾶλλον ἄν τις μακαρίσειε τῶν ἀνδρῶν τὰς γυναῖκας.
72
ὅσοι δʼ αὖ διʼ ἀσθένειάν τε καὶ μαλακίαν ἐζήλωσαν τὸν ἐκείνων βίον, ὥσπερ Σαρδανάπαλλος, διαβόητοι μέχρι νῦν εἰσιν ἐπὶ τοῖς αἰσχροῖς.
73
τὸ δὲ μέγιστον, ὁρᾷς τὸν ἥλιον, πόσῳ μὲν τῶν ἀνθρώπων ὑπερέχει μακαριότητι θεὸς ὤν· ὅτι δὲ οὐκ ἀναίνεται διʼ αἰῶνος ἡμῖν ὑπουργῶν καὶ τῆς ἡμετέρας ἕνεκα σωτηρίας πράττων ἅπαντα.
74
τί γὰρ ἂν ἄλλο τις εἴποι τὸν ἥλιον ἐργάζεσθαι διʼ αἰῶνος ἢ ὁπόσων ἄνθρωποι δέονται; ποιοῦντα μὲν καὶ διακρίνοντα τὰς ὥρας, αὔξοντα δὲ καὶ τρέφοντα πάντα μὲν τὰ ζῷα, πάντα δὲ τὰ φυτά, χορηγοῦντα δὲ τὸ κάλλιστον καὶ ἥδιστον ὁραμάτων, φῶς, οὗ χωρὶς οὐδὲ τῶν ἄλλων ὄφελος οὐδὲν τῶν καλῶν, οὔτε οὐρανίων οὔτε ἐπιγείων, ἀλλʼ οὐδὲ τοῦ ζῆν· καὶ ταῦτα οὐδέποτε κάμνει χαριζόμενος.
75
ἦπού γε δουλείαν δουλεύειν φαίη τις ἂν πάνυ ἰσχυράν. εἰ γὰρ καὶ σμικρὸν ἀμελήσειε καὶ παραβαίη τῆς αὑτοῦ τάξεως, οὐδὲν κωλύει πάντα μὲν οὐρανόν, πᾶσαν δὲ γῆν, πᾶσαν δὲ θάλατταν οἴχεσθαι, πάντα δὲ τοῦτον τὸν εὐειδῆ καὶμακάριον κόσμον τὴν αἰσχίστην καὶ χαλεπωτάτην ἀκοσμίαν φανῆναι.
76
νῦν δέ, ὥσπερ ἐν λύρᾳ φθόγγων ἁπτόμενος ἐμμελῶς, οὐδέποτε ἐξίσταται τῆς καθαρᾶς τε καὶ ἄκρας ἁρμονίας, μίαν ἀεὶ καὶ τὴν αὐτὴν ἀπιὼν ὁδόν.
77
ἐπεὶ δὲ δεῖται μὲν ἀλέας ἡ γῆ ὥστε γεννῆσαι τὰ φυόμενα καὶ ὥστε αὐξῆσαι καὶ ὥστε ἐπιτελέσαι, δεῖται δὲ τὰζῷα καὶ σωτηρίας ἕνεκα τῶν σωμάτων καὶ ἡδονῆς τῆς κατὰ φύσιν, δεόμεθα δὲ πάντων μάλιστα ἡμεῖς, ἅτε πλείστης χρῄζοντες βοηθείας, θέρος ἐποίησεν ἀεὶ καὶ μᾶλλον, ἐγγυτέρω προσιὼν τῆς ἡμετέρας οἰκήσεως, ἵνα πάντα μὲν φύσῃ, πάντα δὲ θρέψῃ, πάντα δὲ τελειώσῃ, θείαν δὲ καὶ θαυμαστὴν παράσχῃ τοῖς ἀνθρώποις εὐφροσύνην τε καὶ ἑορτήν.
78
ἐπεὶ δὲ αὖ πάλιν τἄλλα τε καὶ ἡμεῖς ἐν χρείᾳ γιγνόμεθα τῆς ἐναντίας κράσεως· δεῖται μὲν γὰρ ὑπὸ τοῦ ψύχους τὰ σώματα συνίστασθαι, δεῖται δὲ πυκνώσεως τὰ φυτά, δεῖται δὲ ὄμβρων ἡ γῆ· πάλιν ἄπεισιν ἀφʼ ἡμῶν ἀφιστάμενος τὸ μέτριον.