8
ταῦτα μὲν ἀκηκόατε ἄλλως παρὰ ἀνθρώπου πλάνητος καὶ ἀδολέσχου. ὃ δ’ οὖν ἔφην, παραιτοῦμαι ὑμᾶς μηδένα ἀπαιτεῖν ἐν τῷ παρόντι παρ’ ἐμοῦ λόγον μεγαλόφρονα καὶ σοφόν, ἀλλ’ ἰδιωτικὸν καὶ φαῦλον, ὁποῖα καὶ τὰ πράγματά ἐστιν. εὖ δ’ ἴστε, ὥσπερ προειλόμην σιγᾶν, ἀφ’ οὗ νῦν ἧκον, οὐκ ἂν ἐφθεγξάμην, εἰ μή τι ἀναγκαῖον συμβεβήκει. ἐγὼ γὰρ ἡψάμην πράγματος, ὅ μοι πολλῶν τῷ ὄντι πραγμάτων αἴτιον γέγονε καὶ θαυμαστῆς ἀηδίας. ὥστε πρότερον μὲν οὐκ ᾔδειν τὸ τῶν Θετταλῶν τί ποτέ ἐστι τὸ ἐφ’ αὑτὰς τὴν σελήνην κατάγειν, νῦν δὲ ἐπιμελῶς ἔγνωκα.
9
καὶ τὸν Ἀριστοτέλην ἐνίοτε ἐμακάριζον, ὅστις Σταγειρίτης ὤν ʽτὰ δὲ Στάγειρα κώμη τῆς Ὀλυνθίας ἦν’ ἁλούσης δὲ Ὀλύνθου συγγενόμενος Ἀλεξάνδρῳ καὶ Φιλίππῳ διεπράξατο οἰκισθῆναι πάλιν τὸ χωρίον, καὶ μόνον αὐτὸν ἔφασκον εὐτυχῆσαι τὴν εὐτυχίαν ταύτην, ὥστε τῆς πατρίδος οἰκιστὴν γενέσθαι. μεταξὺ δὲ πρῴην ἐνέτυχον ἐπιστολῇ τινι, ἐν ᾗ ἐστι μετανοῶν καὶ ὀδυρόμενος καὶ λέγων ὅτι τούτων τινὲς καὶ τὸν βασιλέα καὶ τοὺς ἀφικνουμένους σατράπας διαφθείρουσιν, ὥστε μηδὲν ἀγαθὸν γενέσθαι μηδὲ ὅλως κατοικισθῆναι τὴν πόλιν.
10
ὅπου δὲ τὸ κατοικισθῆναι τοῖς ἐκπεσοῦσι καὶ τοῦτο ἐλύπει τινάς, εἰ φυγάδες ὄντες καὶ ἀπόλιδες πατρίδα ἕξουσι καὶ πολιτεύσονται κατὰ νόμους ἐν ἐλευθερίᾳ, μᾶλλον δ᾽ ᾑροῦντο διῳκίσθαι κατὰ κώμας τοῖς βαρβάροις ὁμοίως ἢ σχῆμα πόλεως καὶ ὄνομα ἔχειν· ἦπου προσήκει θαυμάζειν καὶ εἰ ἄλλο τι λυπεῖ τινας; ὃ δ’ οὖν Ἀριστοτέλης ἐπιστέλλων γέγραφεν ὡς τοῖς πράγμασιν ἀπειρηκώς· φησὶ γὰρ αἴρειν τοὺς δακτύλους·
11
τοὺς Ἰδαίους κἀμὲ νομίζετε καὶ εἴ τινές εἰσιν ἕτεροι. καὶ γὰρ δὴ πλεῖον ἴσχυσεν ἡ τῶν ἀνθρώπων ἐκείνων κακοδαιμονία τῆς τοῦ Ἀριστοτέλους σπουδῆς, ὥστε οὐκ εἴασαν προβῆναι τὸ κωμίον εἰς ἀξίωμα πόλεως, καὶ νῦν ἔτι ἀοίκητόν ἐστιν. ἀλλ’ ὅπως μὴ καὶ τοῦτό μου διαβάλῃ τις, ὡς ἐγὼ Στάγειρα καὶ κώμην καλῶ τὴν πόλιν ταύτην· δύναμαι γὰρ ὀμόσας εἰπεῖν μηδεμίαν ἄλλην πόλιν ἐμοὶ κρείττω πεφηνέναι, κἂν εἰ μόνον εἶχε τὸ χαλκεῖον τὸ τοῦ δεῖνος, ὃ ἐγὼ κατέλυσα ὁ τὰς πόλεις πορθῶν καὶ τὰς νεκροπόλεις.