19
τί οὖν βούλεσθέ με ποιεῖν; ὃ γὰρ ἂν εἴπητε, τοῦτο ποιήσω καὶ περὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἐρῶ, οὐδὲ ἂν ᾖ τις ἔργον πεποιηκὼς ὑπὲρ οὗ λόγον μὴ δέδωκεν, οὐδ’ ἂν ἔτι ποιῶν καὶ χρήματα λαμβάνων ἀεὶ παρὰ τῶν κατ’ ἔτος ἀρχόντων, ὥσπερ εἰς τὸν ἄπληστον πίθον τάδε ληψόμενος, οὐδὲ ἂν ἄλλο τι γίγνηται· τί γὰρ ἐμοὶ τούτων; διὰ μὲν γὰρ τῆς στοᾶς οὐ διελεύσομαι, σαφῶς ἴστε. ἀλλὰ πονεῖν καὶ προσιέναι καὶ παρακαλεῖν τὸν ἀνθύπατον, ὅπως πρᾴως καὶ πρὸς δύναμιν εἰσπράττῃ τοὺς ὑπεσχημένους; καὶ τοῦτο ἕτοιμος ποιεῖν οὐ μόνον, ἀλλὰ καὶ αὐτὸς συμβάλλεσθαι μέρος τῆς ὑποσχέσεως, ὥςτε κουφίζεσθαι τοὺς ἄλλους. μόνον ἕν τι προστάξατε·
20
εἰ δὲ μή, τὴν ἡσυχίαν ἕξω βοώντων ὑμῶν, μᾶλλον δὲ ἄπειμι. οὐ γὰρ ὥσπερ ἡ ἀλώπηξ καταφαγοῦσα τὰ κρέα οὐκ ἐδύνατο ἐξελθεῖν ἐκ τῆς δρυὸς διὰ τὸ ἐμπλησθῆναι, κἀμοὶ ἐξελθεῖν διὰ τοῦτο χαλεπόν. πολὺ γὰρ γέγονα λεπτότερος ἢ ὅτε εἰσῆλθον. καὶ πρὸς θεῶν μή μοι νομίζετε χαρίζεσθαι περὶ τῆς στοᾶς ἐπιβοῶντες. ἐμοὶ γὰρ εἷς ἀνήρ ἐστιν ὁ χαριζόμενος ἐν τῇ πόλει σχεδόν, ὡς ἐγὼ ἀκούω, καὶ μάλιστα προνοῶν τῶν ἐμοὶ συμφερόντων· καὶ οὔτε φίλος οὔτε συγγενὴς οὕτως οὐδεὶς ἐμοῦ κήδεται. σκοπεῖτε δὲ εἰ δόξει καλῶς ὑμῖν ὑπὲρ ἐμοῦ λογίζεσθαι καί με ἀγαπᾶν,
21
ὃς πρῶτον οἴεταί με δεῖν πολλὰ κινδυνεύσαντα καὶ πονήσαντα τὴν ἡσυχίαν ἐνθάδε ἄγειν καὶ τοῖς ἐμαυτοῦ προσέχειν καὶ μήτε ἡγεμόνας θεραπεύειν μήτε ἄλλην ἀσχολίαν μηδεμίαν ἔχειν· ἔπειτα σμικρόν τι μέρος εὑρηκότα τῆς οὐσίας, καὶ πρὸς ταῖς πρότερον βλάβαις ἔτι καὶ τῆς ἀδελφῆς ἀποθανούσης ὠφεληθέντα μὲν μηδέν, ἀπολέσαντα δὲ πάντα, ὅσα τῶν ἐμῶν εἶχε, δανεισάμενόν τε, ὥστε τὰ χωρία πρίασθαι, τοῦτο ἀποδοῦναι τὸ χρέος καὶ τὰ πρότερον ὀφειλόμενα, καὶ μὴ στοὰν οἰκοδομεῖν μηδὲ ἀναλίσκειν παρὰ δύναμιν·