4
καὶ ταῦτα ποιοῦντες αὑτοὺς κοσμήσετε, ὡς ἔστι κόσμος τῆς πόλεως μέγιστος ὁ τῶν πολιτῶν ἔπαινος. ἐπὶ τίνι γὰρ ἄλλῳ μέγα φρονεῖτε; οὐ μεγέθει μὲν ἕτεραι διαφέρουσι πόλεις καὶ νὴ Δία πλούτῳ καὶ περιουσίᾳ καὶ τοῖς δημοσίοις οἰκοδομήμασιν; ἓν δὲ τοῦτό ἐστιν, ᾧ φιλοτιμούμεθα σχεδὸν πρὸς ἅπαντας ἀνθρώπους, τὸ ἔχειν ἄνδρας ἱκανοὺς καὶ πρᾶξαι καὶ εἰπεῖν, καὶ τὸ μέγιστον, ἀγαπῶντας τὴν πατρίδα. ἐὰν δέ τις ὑμῶν τοῦτο ἀφέληται, ποίας πόλεως καὶ τῆς βραχυτάτης δόξετε ἀμείνους; νῦν γάρ, ἐὰν διενεχθῆτε πρός τινα πόλιν, ὃ μηδεὶς ποιήσειε θεῶν, ἔπειτα ἐκεῖνοι τοὺς ἡμετέρους πολίτας λοιδορῶσι λέγοντες ὅτι εἰσὶν ἅρπαγες, ἄπιστοι, πῶς οἴσετε; οὐχ ἕξετε χαλεπῶς; οὐκ εὐθὺς βοήσετε, λοιδορήσεσθε, εἰς χεῖρας τυχὸν ἐλεύσεσθε, ὃ γέγονε πολλάκις πρότερον;
5
εἶθ’ ἃ λεγόντων ἑτέρων οὐκ ἀνέχεσθε ἀκούοντες, ταῦτα ἐρεῖτε αὐτοὶ καθ’ ἑαυτῶν; ἐάν ποτε γένηται διαφορά, κἀκεῖνοι προφέρωσιν ὑμῖν τὸ πονηροὺς ἔχειν πολίτας τὸ στασιάζειν, οὐκ αἰσχύνεσθε; ὡς ἔγωγε τοὺς θεοὺς ὑμῖν ὀμνύω πάντας, ἦ μὴν σφόδρα ἠχθέσθην εἰπόντος μοί τινος, Διάλλαξον τὴν πόλιν̔, καὶ πρὸς αὐτὸν ἠγανάκτησα. μὴ γὰρ ἴδοιμι τὴν ἡμέραν ἐκείνην, ἐν ᾗ διαλλαγῶν ὑμεῖς δεήσεσθε, ἀλλ’ εἰς ἐχθρῶν, φασί, κεφαλὰς τὰ τοιαῦτα τρέποιτο, τοῦτ’ ἔστι εἰς τοὺς καταράτους Γέτας, εἰς μηδένα δὲ τῶν ἄλλων τῶν ὁμοεθνῶν.
6
τί γὰρ ἂν εἴη τῆς ἡμετέρας ἐπιδημίας ὄφελος, εἰ μὴ πρὸς τὰ τοιαῦτα πειθομένους ὑμᾶς ἄγοιμεν, λόγων ἀεὶ συναγωγῶν ὁμονοίας καὶ φιλίας συναράμενοι, καθ̓ ὅσον οἷοί τέ ἐσμεν, ἔχθραν δὲ καὶ ἔριν καὶ φιλονικίαν ἄλογον καὶ ἀνόητον ἐξαιροῦντες πάντα τρόπον.