9
οἴεσθε ἀγορᾶς καὶ θεάτρου καὶ γυμνασίων καὶ στοῶν καὶ χρημάτων εἶναί τι ὄφελος τοῖς στασιάζουσιν; οὐ ταῦτά ἐστι τὰ ποιοῦντα πόλιν καλήν, ἀλλὰ σωφροσύνη, φιλία, τὸ πιστεύειν ἀλλήλοις. ὅταν δὲ τὴν βουλὴν ψέγητε, τοὺς προεστῶτας, τοὺς ἐξειλεγμένους, οὐχ αὑτοὺς ψέγετε; εἰ γὰρ οἱ βελτίους ὑμῶν εἰσι πονηροί, τί δεῖ περὶ τῶν ἄλλων ὑπολαβεῖν; ,ἡμεῖς ἄρα τὰ αὑτῶν ἀπολέσωμεν;ʽ οὐθείς φησιν· ἀλλ’ εὖ ἴστε ὅτι ἐν πάσαις ταῖς πόλεσίν ἐστι χρήματα δημόσια, καὶ ταῦτα ἔχουσιν ἔνιοι, τινὲς μὲν δι’ ἄγνοιαν, τινὲς δὲ ἄλλως· καὶ δεῖ προνοεῖν καὶ σῴζειν, οὐ μέντοι μετὰ ἔχθρας οὐδὲ μετὰ διαφορᾶς. οὗτοι φιλοτιμοῦνται, πολλάκις ὑμῖν παρ’ αὑτῶν εἰσενηνόχασιν.
10
πείθετε αὐτούς, παρακαλεῖτε· ἂν ἀντιτείνωσι, δικαιολογεῖσθε πρὸς μόνους μηθενὸς παρόντος ἔξωθεν. οὐχ ὑμεῖς ἐστε οἱ πολλάκις ἐπαινοῦντες ἡμᾶς δι’ ὅλης τῆς ἡμέρας, τοὺς μὲν ἀριστεῖς λέγοντες, τοὺς δὲ Ὀλυμπίους, τοὺς δὲ σωτῆρας, τοὺς δὲ τροφέας; εἶτα πρὸς Διὸς καὶ θεῶν παρ’ αὑτοῖς ψευδομαρτυριῶν ἁλώσεσθε, καὶ πότερον νῦν ταῦτα ὀργιζόμενοι λέγετε ἤ τότε ἐκεῖνα κολακεύοντες, καὶ νῦν ἀπατώμενοι μᾶλλον ἤ τότε ἐξαπατῶντες. οὐ παύσεσθε τῆς ταραχῆς καὶ γνώσεσθε ὅτι πάνυ χαρίεντας ἔχετε πολίτας καὶ πόλιν δυναμένην εἶναι μακαρίαν; ἣν ἐγὼ πολλὰ δύναμαι σὺν τοῖς θεοῖς ἀγαθὰ ποιῆσαι, τούτους ἔχων συναγωνιζομένους, λέγων τὸ τῆς παροιμίας εἷς ἀνὴρ οὐδεὶς ἀνήρ.
11
ἀλλ’ ἴσως ἐδυσχεράνατε ὅτι οὐκ ἐγένετο τὸ ἔργον. γίγνεται καὶ σφόδρα ἔσται ταχέως, μάλιστα τούτων προθυμουμένων καὶ σπουδαζόντων, ἐὰν ἑκοντὶ διδῶσιν· οὐδὲ γὰρ ἄκοντες ὑμῖν ὑπέσχοντο. διὰ τί δὲ παρὰ τούτων μὲν ἀπαιτεῖτε, παρ’ ἐμοῦ δὲ οὐκ ἀπαιτεῖτε; ὅτι δοκῶ παρεσχηκέναι ὑμῖν; ἔπειτα οἴεσθέ με τοῦτο ἐμποιεῖν, εἰ τὴν ἐμαυτοῦ πατρίδα τιμιωτέραν ἐποίησα, χρημάτων τινὰ ἀφορμὴν παρασχών ὥσπερ ἀπὸ τῶν βουλευτικῶν καὶ νὴ Δία ἀπὸ τῶν προσόδων ηὐξημένων διὰ τὴν διοίκησιν; ἀλλὰ ταῦτα μὲν ὅμοιά ἐστιν ὥσπερ ἂν εἰ ηὐξάμην ὑπὲρ ὑμῶν, οἱ θεοὶ δὲ ἐποίησαν. κἂν πάλιν δυνηθῶ, ποιήσω πάλιν ʽδυνήσομαι δὲ μεθ’ ὑμῶν, φίλους ἔχων τοὺς ἐνθάδἐ καὶ οὐδὲν ὑμῖν λογιοῦμαι τῶν τοιούτων.