15
τί οὖν ἐστι τὸ ἀδύνατον ἐν τῷ παρόντι; ἐγὼ μὲν καὶ τἄλλα ἀξιῶ πιστεύεσθαι, ἐφ’ ὧν λέγω· οὐδέποτε γὰρ ὑμᾶς ἐξηπάτησα, ὡς ἐγὼ νομίζω, ὑπὲρ οὐδενός· οὐδὲ πρότερον ἄλλως διανοούμενος εἶπον, ἀλλ’ ἀεὶ πλείους ἀσχολίαι καταλιπεῖν μέχρι τοῦδε οὐχ ἑκόντα με κατέσχηκεν. τὸ δὲ νῦν οὐκέτι ἐγχωρεῖ σχεδόν. οὔτε γὰρ ἐμοὶ οὔτε ἴσως ὑμῖν ἄμεινόν ἐστιν ἐμὲ διατρίβειν ἐνθάδε. ὥστε παραιτοῦμαι τὴν ψῆφον. ἐπίσταμαι γὰρ ὅτι οὐκ ἂν ἐδεήθη ἐξετάσεως, ἀλλὰ ὥσπερ πρότερον ἐν τῷ φανερῷ πάντες ἐψηφίσασθε, ὁπότε με ὑπενοήσατε βούλεσθαι, τὸ αὐτὸ καὶ νῦν ἂν ἐποιήσατε. ἀλλ’ οὐκ ἔχω οὕτως, ἀλλ’ ἵνα μὲν ἄρξω, ἐπίσταμαι ὅτι οὐκ ἂν ἔδει με παρακαλεῖν, ἵνα δὲ ἀφεθῶ, ὑπὲρ τούτου παρακαλῶν οὐκ αἰσχύνομαι.
(33)ΠΕΡΙ ΤΩΝ ΕΡΓΩΝ ΕΝ ΒΟΥΛΗΙ.
1
Ἐγὼ καὶ πρότερον μὲν ὑμᾶς ἠγάπων, ὦ ἄνδρες, ὥσπερ εἰκὸς ἦν τὸν ἄνδρα τὸν ἐπιεικῆ καὶ οὐκ ἀνόητον τὸ φρονιμώτατον στέργειν τῆς πατρίδος καὶ βεβαιότατον· τὸ δὲ ὑμῶν ἄλλους προτιμᾶν ὅμοιον ὥσπερ εἴ τις φιλόπολις εἶναι λέγων ταῖς οἰκίαις μὲν ἥδοιτο καὶ τοῖς ἐργαστηρίοις τοῖς ἐν τῇ πόλει, τὴν δὲ ἀγορὰν καὶ τὸ πρυτανεῖον καὶ τὸ βουλευτήριον καὶ τὰ ἄλλα ἱερὰ ἀμελέστερον ὁρῴη, ἢ νὴ Δία εἴ τις Λακεδαιμονίων τὸ μὲν πλῆθος ἐφίλει, τοὺς δὲ βασιλέας καὶ τοὺς ἐφόρους καὶ τοὺς γέροντας ἠτίμαζε τοὺς σωφροσύνῃ τῶν ἄλλων διαφέροντας καὶ δι’ οὓς ἅπασα ἡ πόλις ἐσῴζετο.
2
ὅπου καὶ παρὰ τοῖς Ἀθηναίοις, οἳ μάλιστα ἀνθρώπων ἐδημοκρατοῦντο καὶ πλεῖστον ἔνεμον τοῖς πολλοῖς καὶ δημοτικοῖς, οὐδεὶς πώποτε οὕτως ἐγένετο θρασὺς δημαγωγός, οὐδὲ Ὑπέρβολος ἐκεῖνος ἢ Κλέων, ὥστε τὸν Ἄρειον πάγον ἢ τὴν βουλὴν τοὺς ἑξακοσίους ἀτιμότερον τοῦ δήμου νομίζειν. εἰ δὲ συνεχῶς μέμνημαι Λακεδαιμονίων καὶ Ἀθηναίων, συγγνώμην ἐχέτωσαν οἱ πάνυ δριμεῖς, ὅτι τῶν τοιούτων παραδειγμάτων ὑμᾶς ἀξίους κρίνω, καὶ πρὸς Ἕλληνας, ὡς οἶμαι, διαλεγόμενος οὐκ ἄλλων τινῶν μᾶλλον ἡγοῦμαι πρέπειν μνημονεύειν ἢ τῶν ἄκρως Ἑλλήνων.