3
τῆς δ’ οὖν εὐνοίας τῆς πρὸς ὑμᾶς καὶ τῆς πίστεως ἐκεῖνο ὑμῖν γιγνέσθω τεκμήριον, ὅτι μήτε ἑταιρείᾳ τινὶ πεποιθὼς μήτε συνήθεις ἐξ ὑμῶν ἔχων τινὰς θαρρῶν εἰσέρχομαι πρὸς ὑμᾶς, καὶ νομίζω μηδενὸς ἔλαττον ἂν ἔχειν, δῆλον ὅτι τῇ κοινῇ φιλίᾳ πεπιστευκὼς καὶ τῇ πρὸς ἅπαντας εὐνοίᾳ, μή γε ἰσχυρὸς ἢ φοβερὸς εἶναι δοκῶν ἢ βουλόμενος ὡς διὰ τοῦτο θεραπεύεσθαι. εἰ δὲ ἠλέουν τοὺς δημοτικούς, ὅτε ἦσαν ἐλεεινοί, καὶ καθ’ ὅσον οἷόν τε ἦν ἐπικουφίζειν ἐπειρώμην, οὐθέν ἐστι τοῦτο σημεῖον τοῦ πρὸς ἐκείνους ἔχειν οἰκειότερον· ἐπεὶ καὶ τοῦ σώματος ἀεὶ τὸ κάμνον θεραπεύομεν καὶ πλείονα ποιούμεθα πρόνοιαν ποδῶν ἢ ὀφθαλμῶν, ὅταν οἱ μὲν ἀλγῶσι καὶ πεπονθότες ὦσιν, οἱ δὲ ὑγιαίνωσιν.
4
εἰ δὲ εἶπον ἐλεεινοὺς τοὺς δημοτικούς, μηδεὶς ὑπολάβῃ λέγειν με ὡς ἄδικα καὶ παράνομα ἔπασχον, ὁπότε καὶ τοὺς ὑπὸ ἰατρῶν τεμνομένους ἢ καομένους, ἐπὶ σωτηρίᾳ πάσχοντας ταῦτα, ἐλεοῦμεν, καὶ δακρύουσιν ἐπ’ αὐτοῖς καὶ μητέρες καὶ πατέρες, εἰδότες ὠφελουμένους. ὃ δὲ ἔφην, ὅτι καὶ πρότερον ὑμᾶς ἠγάπων πρὶν ἢ πεῖραν ἱκανὴν εἰληφέναι τῆς διανοίας, νῦν γε ὀμνύω τοὺς θεοὺς ὑμῖν ἅπαντας, ἦ μὴν ἔγωγε τὴν βουλὴν οὐ μόνον ἀξίαν τιμῆς κρίνω καὶ φιλίας, ἀλλὰ καὶ θαυμάζω τὴν ἰσχὺν ὑμῶν καὶ τὴν ἀλήθειαν καὶ τὴν ἐλευθερίαν.
5
καὶ τοῦτον ἔσχηκα τὸν τρόπον, ὥστε τῷ δήμῳ μὲν ἐκτετικέναι δοκεῖν κατὰ τὴν ἐμαυτοῦ δύναμιν, ὡς πολίτης, ὑμῖν δὲ ὀφείλειν καὶ μηδέποτε ἂν δυνηθῆναι τὴν ὑμετέραν εὔνοιαν ὑπερβαλέσθαι. καὶ τοῦτο δὴ τὸ ῥηθὲν ὑπὸ τῶν παλαιῶν τινος ῥητόρων, ὑπερβολήν τινα ἔχειν δοκοῦν κολακείας, ὅτι ,τὸν δῆμον εἰκότως ἂν ἐν τοῖς ὀφθαλμοῖς περιφεροίμην̔ ἐγὼ δικαίως ἂν εἴποιμι πρὸς ὑμᾶς. καὶ τὸν υἱὸν τοῦτον, εἰ νοῦν ἔχει καὶ σωφρονεῖ, νομίζω πάντα τὸν βίον ὑμῖν ἀναθήσειν καὶ θεραπεύσειν ὑμᾶς οὐχ ἧττον ἐμοῦ.