1
Σφόδρα θαυμάζειν ἔπεισιν, ὦ ἄνδρες, εἴ τις οὐκ ἀποδεχόμενός τινα οὐδὲ ἀγαπῶν ἔπειτα ἀναστὰς ἐπαινεῖ τῷ λόγῳ καὶ ἐνίοτε διῆλθεν ἐγκώμιον μακρὸν καὶ λίαν ἐπιμελῶς συγκείμενον. ὁ γὰρ τοιοῦτος ἄνθρωπος οὐκ ἔστιν ὅ, τι τῶν αἰσχίστων οὐ σύνοιδεν αὑτῷ, φθόνον, μικροψυχίαν, τὸ πάντων ἔσχατον, δουλείαν. λέγεται γοῦν οὐκ ἀτόπως καὶ παρὰ τοῖς παλαιοῖς ʽδούλου τόδ᾽ εἶπας.ʽ φέρε δή, πῶς οὐκ ἂν εἴη δοῦλος ὁ πρὸς τοσούτους ἅμα ἀνθρώπους ἕτερα ὧν φρονεῖ εἰπών, καὶ ταῦτα οὐχ ἁπλῶς, ἀλλὰ μετὰ φροντίδος καὶ παρασκευῆς, καὶ κολακεύων πολλάκις ἄνθρωπον καὶ θαυμάζων ὃν οὐ φιλεῖ;
2
μέτριον γὰρ οὕτως εἰπεῖν. καὶ μὴν ὅτι πάντες πάντας ἐγκωμιάζουσι παρ’ ἡμῖν ἐπίστασθε δήπου· ὥστ’ ἐγὼ συνήδομαι καὶ κρίνω μακαρίους ὑμᾶς, εἰ οὕτως φιλοῦμεν πάντες ἅπαντας. τοῦτο γάρ ἐστιν ἀκόλουθον. ἐβουλόμην δ’ ἄν, ὥσπερ ἐν ταῖς βουλαῖς καὶ ταῖς ἐκκλησίαις πολλῶν ἐγκωμίων ἀκοῦσαι ἔστιν, οὕτως καὶ ἐν τῇ ἀγορᾷ καὶ τοῖς ἄλλοις συλλόγοις. νῦν δὲ παρὰ τὸν τόπον τοιαῦτα ἢ τοιαῦτά ἐστι τὰ λεγόμενα, καὶ ὥσπερ οἱ γυμνάζοντες αὑτοὺς ἐν ταῖς σχολαῖς, καὶ ἡμεῖς ἐγχειροῦμεν εἰς ἀμφότερα. οὐκοῦν, ἂν μὲν εἰς ἐκκλησίαν τις παραγένηται τῶν ξένων, ἡρώων τινῶν ἢ σοφῶν ἡγήσεται τὴν πόλιν· ἂν δ’ εἰς τὴν ἀγορὰν ἐμβάλῃ, ὁποίων οὐδὲν δεῖ λέγειν· ἐπίστασθε γὰρ αὐτοί.
3
τί οὖν; φήσει τις, ἀνέστης ἐπιτιμήσων τοῖς ἐπαινοῦσιν; οὐ μὰ τὸν Δία, ἀλλ’ ὅπως, ἂν ᾖ δυνατόν, μὴ μόνον ἐνθάδε ὦμεν φιλάνθρωποι καὶ φιλάγαθοι, ἀλλ’ ὁμοίως ἐν παντὶ τόπῳ καὶ καιρῷ. τὸν μὲν οὖν τούτου ἔπαινον ὁρῶ πεπληρωμένον ὑφ’ ὑμῶν, ὥστε μηδεμίαν ὑπερβολὴν ἔχειν. ἄξιον δὲ καὶ ὑμᾶς ἐπαινεῖν. δοκεῖτε γάρ μοι πολὺ πάντων τῶν δήμων διαφέρειν. κἀγὼ τοῦτο οὐκ ἂν εἶπον, εἰ μὴ καὶ ἐφρόνουν οὕτως. οἱ μὲν γὰρ ἄλλοι πρὸς τὸ λυσιτελὲς μόνον βλέπουσιν, καὶ τοὺς διδόντας αὐτοῖς ἢ δυναμένους διδόναι, τούτους ἐπαινοῦσιν· ὑμεῖς δὲ καὶ τὴν προθυμίαν καὶ τὸ βούλεσθαι μέγα εἶναι νομίζετε.