5
ὁ δὲ λόγος οὗτος Ἀντισθένους ἐστὶ πρότερον, ὅτι τὰ μὲν δόξῃ, τὰ δὲ ἀληθείᾳ εἴρηται τῷ ποιητῇ· ἀλλ’ ὁ μὲν οὐκ ἐξειργάσατο αὐτόν, ὁ δὲ καθ’ ἕκαστον τῶν ἐπὶ μέρους ἐδήλωσεν. ἔτι δὲ καὶ Περσαῖος ὁ τοῦ Ζήνωνος κατὰ τὴν αὐτὴν ὑπόθεσιν γέγραφε καὶ ἄλλοι πλείους. ὁ δὲ Πλάτων ἅμα αἰτιώμενος αὐτόν, ὡς εἶπον, καὶ τὴν δύναμιν αὐτοῦ θαυμαστήν τινα ἀποφαίνει τῆς ποιήσεως, ὡς εἰκόνα ὄντα παντὸς χρήματος καὶ πάσας ἀτεχνῶς ἀφιέντα φωνάς, ποταμῶν τε καὶ ἀνέμων καὶ κυμάτων· καὶ κελεύει μάλα εἰρωνικῶς στέψαντας αὐτὸν ἐρίῳ καὶ μύρον καταχέαντας ἀφιέναι παρ’ ἄλλους.
6
τοῦτο δὲ αἱ γυναῖκες ἐπὶ τῶν χελιδόνων ποιοῦσιν. ἔτι δὲ καὶ αὐτὸς τῆς χάριτος ἐπιὼν τὴν ποίησιν σφόδρα ἄγασθαι τὸν ἄνδρα. ἀτεχνῶς γὰρ οὐκ ἄνευ θείας τύχης οὐδ’ ἄνευ Μουσῶν τε καὶ Ἀπόλλωνος ἐπιπνοίας δυνατὸν οὕτως ὑψηλὴν καὶ μεγαλοπρεπῆ καὶ προσέτι ἡδεῖαν γενέσθαι ποίησιν, ὥστε μὴ μόνον τοὺς ὁμογλώττους καὶ ὁμοφώνους τοσοῦτον ἤδη κατέχειν χρόνον, ἀλλὰ καὶ τῶν βαρβάρων πολλούς· καὶ τοὺς μὲν διγλώττους καὶ μιγάδας σφόδρα ἐμπείρους εἶναι τῶν ἐπῶν αὐτοῦ, πολλὰ τῶν ἄλλων ἀγνοοῦντας τῶν Ἑλληνικῶν, ἐνίους δὲ καὶ τῶν σφόδρα μακρὰν διῳκισμένων· ὁπότε καὶ παρ’ Ἰνδοῖς φασιν ᾅδεσθαι τὴν Ὁμήρου ποίησιν, μεταλαβόντων αὐτὴν εἰς τὴν σφετέραν διάλεκτόν τε καὶ φωνήν.
7
ὥστε καὶ Ἰνδοὶ τῶν μὲν ἄστρων τῶν παρ’ ἡμῖν πολλῶν εἰσιν ἀθέατοι· τὰς γὰρ ἄρκτους οὔ φασι φαίνεσθαι παρ’ αὐτοῖς· τῶν δὲ Πριάμου παθημάτων καὶ τῶν Ἀνδρομάχης καὶ Ἑκάβης θρήνων καὶ ὀδυρμῶν καὶ τῆς Ἀχιλλέως τε καὶ Ἕκτορος ἀνδρείας οὐκ ἀπείρως ἔχουσιν. τοσοῦτον ἴσχυσεν ἑνὸς ἀνδρός μουσική· καὶ δοκεῖ ἔμοιγε τῇ δυνάμει ταύτῃ τάς τε Σειρῆνας ὑπερβαλέσθαι καὶ τὸν Ὀρφέα.