8
τὸ γὰρ λίθους τε καὶ φυτὰ καὶ θηρία κηλεῖν καὶ ἄγειν τί ἔστιν ἕτερον ἢ τὸ βαρβάρους ἀνθρώπους ἀσυνέτους τῆς Ἑλληνικῆς φωνῆς οὕτως ἄγαν χειρώσασθαι, μήτε τῆς γλώττης μήτε τῶν πραγμάτων ἐμπείρους ὄντας, ὑπὲρ ὧν ὁ λόγος, ἀλλὰ ἀτεχνῶς καθάπερ οἶμαι πρὸς κιθάραν κηλουμένους; ἡγοῦμαι δὲ ἔγωγε πολλοὺς καὶ τῶν ἀμαθεστέρων ἔτι βαρβάρων τό γε ὄνομα ἀκηκοέναι τὸ Ὁμήρου, ὅ, τι δὲ δηλοῖ, τοῦτο μὴ εἰδέναι σαφῶς, εἴτε ζῷον εἴτε φυτὸν εἴτε πρᾶγμα ἕτερον.
9
οὐ μὴν ἀλλὰ καὶ τὸν βίον ἐπαινέσαι τις ἂν τοῦ ἀνδρὸς πολὺ μᾶλλον τῆς ποιήσεως. τὸ γὰρ ἐν πενίᾳ διαγενέσθαι καὶ ἀλώμενον καὶ τοσοῦτον ἀπὸ τῶν ποιημάτων πορίζοντα ὅσον ἀποζῆν θαυμαστῆς ἀνδρείας καὶ μεγαλοφροσύνης· ἔτι δὲ τὸ μηδαμοῦ γεγραφέναι τὸ αὑτοῦ ὄνομα, ἀλλὰ μηδὲ ἐν τῇ ποιήσει αὑτοῦ μνησθῆναι, καίτοι τῶν ἄλλων ἁπάντων, ὁπόσοι τινὰ ἔδοξαν ἔχειν δύναμιν ἢ περὶ ποίησιν ἢ καταλογάδην συγγράφοντες, καὶ πρῶτον καὶ τελευταῖον τὸ ἑαυτῶν ὄνομα γραφόντων, πολλῶν δὲ καὶ ἐν αὐτοῖς τοῖς λόγοις τε καὶ ποιήμασιν,
10
ὥσπερ Ἑκαταῖός τε καὶ Ἡρόδοτος καὶ Θουκυδίδης, οὗτος μὲν οὖν οὐχ ἅπαξ μόνον ἐν ἀρχῇ τῆς ἱστορίας, ἀλλὰ πολλάκις διαμαρτυρόμενος καθ’ ἕκαστον χειμῶνα καὶ θέρος ὅτι ταῦτα ξυνέγραψε Θουκυδίδης. ὁ δὲ οὕτως ἄρα ἐλευθέριος ἦν καὶ μεγαλόφρων ὥστε οὐδαμοῦ φανήσεται τῆς ποιήσεως αὑτοῦ μεμνημένος, ἀλλὰ τῷ ὄντι ὥσπερ οἱ προφῆται τῶν θεῶν ἐξ ἀφανοῦς καὶ ἀδύτου ποθὲν φθεγγόμενος.
11
ὅτι δὲ καὶ ὠφέλιμα πάντα καὶ χρήσιμα ἔγραψε, τὰ μὲν ἄλλα εἰ διεξίοι τις, πολὺ ἂν ἔργον εἴη, ὅσα πεποίηκε περὶ ἀρετῆς καὶ κακίας· περὶ δὲ τῶν βασιλέων ἐν βραχεῖ οἵους φησὶ δεῖν εἶναι. ὃν γὰρ ἂν ἐπαινῇ τῶν βασιλέων, Διὶ μῆτιν ἀτάλαντόν φησιν εἶναι καὶ διοτρεφέας ἅπαντας τοὺς ἀγαθοὺς βασιλεῖς καὶ τὸν Μίνω, μεγίστην ἐπὶ δικαιοσύνῃ δόξαν ἔχοντα παρὰ τοῖς Ἕλλησι, τοῦ Διὸς ὁμιλητήν τε καὶ μαθητὴν εἶναί φησιν, ὡς πρῶτον δὴ καὶ μέγιστον ἁπάντων ἐκεῖνον βασιλέα καὶ μόνον αὐτὸν ἐπιστάμενον καὶ παραδιδόντα τὴν βασιλικὴν τέχνην, καὶ τοὺς ἀγαθοὺς βασιλεῖς δέον πρὸς ἐκεῖνον βλέποντας κατευθύνειν τὴν ἀρχήν, ἀφομοιοῦντας, ὡς δυνατόν ἔστιν ἀνθρώποις, θεῷ τὸν αὑτῶν τρόπον.