12
τὸ δὲ τοῦ Διὸς ἦθος καὶ τὴν βασιλείαν ὁποία τις ἦν, ἐν πολλοῖς μὲν ἄλλοις ποιεῖ φανεράν, ὡς δ’ ἐν βραχεῖ περιλαβόντα εἰπεῖν τὴν δύναμιν αὐτοῦ καὶ τὴν διάνοιαν δηλοῖ πολλάκις, ἀεί ποτε αὐτὸν οὕτως ὀνομάζων ,πατὴρ ἀνδρῶν τε θεῶν τἑ· ὡς δέον τὴν τῶν βασιλέων ἐπιμέλειαν πατρικὴν καὶ κηδεμονικὴν εἶναι μετ’ εὐνοίας καὶ φιλίας καὶ μηδέποτε ἄλλως προσῆκον ἀνθρώπων προΐστασθαί τε καὶ ἄρχειν ἤ ἀγαπῶντα καὶ προνοοῦντα, ὁπότε ὁ Ζεὺς οὐχ ὑπερορᾷ πατὴρ ἀνθρώπων καλεῖσθαι.
(37)ΠΕΡΙ ΣΩΚΡΑΤΟΥΣ.
1
Ἱππίας ὁ Ἠλεῖος καὶ Γοργίας ὁ Λεοντῖνος καὶ Πῶλος καὶ Πρόδικος οἱ σοφισταὶ χρόνον τινὰ ἤνθησαν ἐν τῇ Ἑλλάδι καὶ θαυμαστῆς ἐτύγχανον φήμης, οὐ μόνον ἐν ταῖς ἄλλαις πόλεσιν, ἀλλὰ καὶ ἐν τῇ Σπάρτῃ καὶ παρ’ Ἀθηναίοις, καὶ χρήματα πολλὰ συνέλεξαν, δημοσίᾳ τε παρὰ τῶν πόλεων καὶ παρὰ δυναστῶν τινων καὶ βασιλέων καὶ ἰδιωτῶν, ὡς ἕκαστος ἔχοι δυνάμεως. ἔλεγον δὲ πολλοὺς μὲν λόγους, νοῦν δὲ οὐκ ἔχοντας οὐδὲ βραχύν· ἐφ’ ὧν ἔστιν οἶμαι χρήματα πορίζειν καὶ ἀνθρώπους ἠλιθίους ἀρέσκειν.
2
ἄλλος δέ τις ἀνὴρ Ἀβδηρίτης οὐχ ὅπως ἀργύριον παρ’ ἑτέρων ἐλάμβανεν, ἀλλὰ καὶ διέφθειρε τὴν οὐσίαν τὴν αὑτοῦ συχνὴν οὖσαν καὶ ἀπώλεσε φιλοσοφῶν ἀναισθήτως δῆλον ὅτι καὶ ζητῶν ὧν οὐδὲν ὄφελος αὐτῷ. ἦν δὲ καὶ Σωκράτης Ἀθήνησι πένης ἀνὴρ καὶ δημοτικός, οὐδὲ οὗτος ὑπὸ τῆς πενίας ἀναγκαζόμενος οὐθὲν λαμβάνειν· καίτοι γυναῖκα εἶχεν οὐ μισοῦσαν ἀργύριον καὶ παῖδας δεομένους διατροφῆς καὶ τῶν νέων λέγεται τοῖς πλουσιωτάτοις συνεῖναι, ὧν φασιν ἐνίους μηδενὸς ἁπλῶς φείδεσθαι πρὸς αὐτόν.
3
ἦν δὲ τἄλλα τῷ τρόπῳ κοινὸς καὶ φιλάνθρωπος, καὶ παρεῖχεν αὑτὸν τοῖς βουλομένοις προσιέναι καὶ διαλέγεσθαι, περί τε τὴν ἀγορὰν τὰ πολλὰ διατρίβων καὶ εἰς τὰς παλαίστρας εἰσιὼν καὶ πρὸς ταῖς τραπέζαις καθεζόμενος ʽὥσπερ οἱ τὰ ὤνια τὰ φαῦλα δεικνύντες ἐν τῇ ἀγορᾷ καὶ περιφέροντες ἐπὶ τὰς θύρασ̓ εἴ τις ἄρα ἐθελήσει πυθέσθαι τι καὶ ἀκοῦσαι τῶν νεωτέρων ἢ τῶν πρεσβυτέρων. οἱ μὲν οὖν πολλοὶ τῶν δυνατῶν καὶ ῥητόρων προσεποιοῦντο μηδὲ ὁρᾶν αὐτόν· ὁ δὲ προσελθών, ὥσπερ οἱ προσπταίσαντες, ἀλγήσας ταχὺ ἀπηλλάττετο.