4
ἀλλὰ δὴ τῶν μὲν θαυμαζομένων ἐκείνων σοφιστῶν ἐκλελοίπασιν οἱ λόγοι καὶ οὐδὲν ἢ τὰ ὀνόματα μόνον ἔστιν· οἱ δὲ τοῦ Σωκράτους οὐκ οἶδ’ ὅπως διαμένουσι καὶ διαμενοῦσι τὸν ἅπαντα χρόνον, τούτου δὲ αὐτοῦ γράψαντος ἢ καταλιπόντος οὔτε σύγγραμμα οὔτε διαθήκας. ἐτελεύτα γὰρ ὁ ἀνὴρ ἀδιάθετος τήν τε σοφίαν καὶ τὰ χρήματα. ἀλλὰ οὐσίαν μὲν οὐκ εἶχεν, ὥστε δημευθῆναι, καθάπερ εἴωθε γίγνεσθαι ἐπὶ τῶν καταδικασθέντων· οἱ λόγοι δὲ τῷ ὄντι ἐδημεύθησαν μὰ Δἴ οὐχ ὑπ’ ἐχθρῶν, ἀλλὰ ὑπὸ τῶν φίλων· οὐδὲν μέντοι ἧττον καὶ νῦν φανερῶν τε ὄντων καὶ τιμωμένων ὀλίγοι ξυνιᾶσι καὶ μετέχουσιν.
(38)ΠΕΡΙ ΟΜΗΡΟΥ ΚΑΙ ΣΩΚΡΑΤΟΥΣ.
1
Ἐπεὶ φαίνῃ καὶ τἄλλα Σωκράτους ὢν ἐπαινέτης καὶ τὸν ἄνδρα ἐκπληττόμενος ἐν τοῖς λόγοις, ἔχεις μοι εἰπεῖν ὅτου μαθητὴς γέγονε τῶν σοφῶν· ὥσπερ Φειδίας μὲν ὁ ἀγαλματοποιὸς Ἡγίου, Πολύγνωτος δὲ ὁ ζωγράφος καὶ ὁ ἀδελφὸς ἄμφω τοῦ πατρὸς Ἀγλαοφῶντος, Πυθαγόρου δὲ Φερεκύδης λέγεται διδάσκαλος γενέσθαι, Πυθαγόρας δὲ Ἐμπεδοκλέους καὶ ἑτέρων, καὶ τῶν ἄλλων δὲ τῶν πλείστων ἔχομεν εἰπεῖν τοὺς διδασκάλους τῶν ἐνδόξων ἀνδρῶν, ὅτῳ ἕκαστος συγγενόμενος λόγου ἄξιος ἐγένετο δίχα γε Ἡρακλείτου τοῦ Ἐφεσίου καὶ Ἡσιόδου τοῦ Ἀσκραίου. ὁ μὲν γάρ φησιν ποιμαίνων ἐν τῷ Ἑλικῶνι παρὰ τῶν Μουσῶν λαβεῖν ἐν δάφνης ὄζῳ τὴν ποίησιν, ἵνα μὴ πράγματα ἔχοιμεν ζητοῦντες αὐτοῦ τὸν διδάσκαλον·
2
Ἡράκλειτος δὲ ἔτι γενναιότερον αὐτὸς ἐξευρεῖν τὴν τοῦ παντὸς φύσιν ὁποία τυγχάνει οὖσα, μηδενὸς διδάξαντος καὶ γενέσθαι παρ’ αὑτοῦ σοφός. Ὁμήρου μὲν γάρ, ὥσπερ τὰ ἄλλα τὰ περὶ αὐτόν, καὶ τοῦτο ἄδηλον τοῖς Ἕλλησιν. ὁ δὲ Σωκράτης ὅτι μὲν παῖς ὢν ἐμάνθανε λιθοξόος τὴν τοῦ πατρὸς τέχνην ἀκηκόαμεν· τὸν δὲ τῆς σοφίας αὐτοῦ διδάσκαλον οὕτως ὠφελίμου καὶ καλῆς γενομένης σὺ ἡμῖν σαφῶς εἰπὲ καὶ μὴ φθονήσῃς. —