7
Ναί· τοῦτό γε ἅπαντές φασιν οἱ Ἕλληνες, Στησίχορον Ὁμήρου ζηλωτὴν γενέσθαι καὶ σφόδρα γε ἐοικέναι κατὰ τὴν ποίησιν. Σωκράτης δὲ κατὰ τί σοι δοκεῖ Ὁμήρῳ ἐοικέναι; — Δ. Τὸ μὲν πρῶτον καὶ μέγιστον κατὰ τὸ ἦθος. οὐδέτερος γὰρ αὐτοῖν ἀλαζὼν ἦν οὐδὲ ἀναιδής, ὥσπερ οἱ ἀμαθέστατοι τῶν σοφιστῶν. Ὅμηρος μὲν γὰρ οὐδὲ ὁπόθεν ἦν εἰπεῖν ἠξίωσεν οὐδὲ ὧντινων γονέων οὐδὲ ὅστις αὐτὸς ἐκαλεῖτο. ἀλλὰ ὅσον ἐπ’ ἐκείνῳ καὶ τὸ ὄνομα ἠγνοοῦμεν ἂν τοῦ γράψαντος τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν.
8
Σωκράτης δὲ τὴν μὲν πατρίδα οὐχ οἷός τ’ ἦν ἀποκρύψασθαι διὰ τὸ μέγεθος καὶ τὸ σφόδρα ἐνδόξους εἶναι τὰς Ἀθήνας καὶ τῶν Ἑλλήνων ἄρχειν κατ̓ ἐκεῖνον τὸν χρόνον· οὐδὲν δὲ πώποτε εἶπεν ὑπὲρ αὑτοῦ μέγα οὐδὲ προσεποιεῖτο σοφίαν οὐδεμίαν, καίτοι τοῦ Ἀπόλλωνος χρήσαντος ὡς εἴη σοφώτατος Ἑλλήνων καὶ βαρβάρων. τελευταῖον δὲ οὐδὲ τοὺς λόγους αὐτὸς κατέλιπε γράψας, καὶ ταύτῃ γε ὑπερέβαλε τὸν Ὅμηρον. ὥσπερ γὰρ τὸ ὄνομα τὸ ἐκείνου παρ’ ἑτέρων ἀκούοντες ἴσμεν, οὕτω καὶ τοὺς λόγους τοὺς Σωκράτους ἄλλων καταλιπόντων. οὕτως ἄγαν κεκολασμένω ἤστην καὶ ἐσωφρονείτην ἄμφω τὼ ἄνδρε.
9
ἔπειτα ὑπερεῖδον κτήσεως χρημάτων ὁμοίως Σωκράτης τε καὶ Ὅμηρος. πρὸς δὲ τούτοις ὑπὲρ τῶν αὐτῶν ἐσπουδαζέτην καὶ ἐλεγέτην, ὁ μὲν διὰ τῆς ποιήσεως, ὁ δὲ καταλογάδην· περὶ ἀρετῆς ἀνθρώπων καὶ κακίας καὶ περὶ ἁμαρτημάτων καὶ κατορθωμάτων καὶ περὶ ἀληθείας καὶ ἀπάτης καὶ ὅπως δοξάζουσιν οἱ πολλοὶ καὶ ὅπως ἐπίστανται οἱ φρόνιμοι. καὶ μὴν εἰκάσαι καὶ παραβαλεῖν ἱκανώτατοι ἦσαν. — Τοῦτο μὲν θαυμαστόν, εἰ ταῖς Ὁμήρου παραβολαῖς πυρὸς καὶ ἀνέμων καὶ θαλάττης καὶ ἀετῶν καὶ ταύρων καὶ λεόντων καὶ τῶν ἄλλων, οἷς ἐκόσμησε τὴν ποίησιν Ὅμηρος, σὺ παραβαλεῖν ἀξιώσεις τοὺς Σωκράτους κεραμέας καὶ τοὺς σκυτοτόμους. —
10
Δ. Εἴπερ γε, ὦ μακάριε, καὶ τὴν Ἀρχιλόχου ἀλώπεκα τοῖς λέουσι καὶ ταῖς παρδάλεσι παραβάλλομεν καὶ οὐδὲν ἢ μὴ πολὺ ἀποδεῖν φαμεν. ἀλλὰ γὰρ ἴσως καὶ τῶν Ὁμήρου τὰ τοιαῦτα ἀποδοκιμάζεις, ὅπου μέμνηται ψαρῶν ἢ κολοιῶν ἢ ἀκρίδων ἢ δαλοῦ ἢ τέφρας ἢ κυάμων τε καὶ ἐρεβίνθων ἢ λικμῶντας ἀνθρώπους πεποίηκεν, ἀλλὰ ταῦτά σοι δοκεῖ τὰ φαυλότατα εἶναι τῶν Ὁμήρου·