15
ὅταν δὲ περὶ τοῦ Πανδάρου, ὡς συνέχεε τὰς σπονδάς, ἐλπίσας δῶρα παρὰ Ἀλεξάνδρου τοῦ Πριάμου, καὶ οὔτε ἀπέκτεινε τὸν Μενέλεων βαλών, καίτοι τοξότης ἱκανὸς εἶναι δοκῶν, καὶ παραβὰς τὰ ὅρκια τοὺς Τρῶας ἀθυμοτέρους ἐποίησε πρὸς τὸν πόλεμον μεμνημένους ἀεὶ τῆς ἐπιορκίας· νῦν δ’ ὅρκια πιστὰ ψευσάμενοι μαχόμεσθα· τῷ οὔ νύ τι κάλλιόν ἐστι·
16
καὶ ὃν τρόπον ἀπέθανεν οὐ μετὰ πολὺ τὴν γλῶτταν ἀποτμηθείς, πρὶν ἢ καὶ λόγῳ φῆσαι τὸν Ἀλέξανδρον αὐτῷ χάριν εἰδέναι· ταῦτα διεξιὼν οὕτως ἐπιμελῶς ὑπὲρ ἄλλου του δοκεῖ λέγειν ἢ δωροδοκίας καὶ ἀσεβείας καὶ τὸ ξύμπαν ἀφροσύνης; ὃς καὶ τοῖς βέλεσι κατηρᾶτο καὶ ἠπείλει διακλάσειν αὐτὰ καὶ κατακαύσειν, ὡς φοβουμένων αὐτὸν τῶν βελῶν.
17
ὅταν δὲ περὶ Ἀσίου τοῦ Ὑρτάκου, ὅτι τοῦ στρατηγοῦ κελεύσαντος ἔξω τῆς τάφρου καταλιπεῖν τοὺς ἵππους μόνος οὐχ ὑπήκουσεν, ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι νήπιος· οὐδ’ ἄρ’ ἔμελλε, κακὰς ὑπὸ κῆρας ἀλύξας, ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
18
εἰς τοσαύτην δυσχωρίαν τάφρου τε καὶ τείχους καὶ νεῶν εἰσελαύνων, ὅπου γε μηδὲ τοῖς πεζοῖς συνήνεγκε καταληφθεῖσιν ὑπὸ τῶν ἐναντίων, ἀλλὰ ὀλίγης ἐκβοηθείας γενομένης διεφθάρησαν οἱ πλείους· ὁ δὲ ὑπὸ τῶν ἵππων ἐπαιρόμενος καὶ τῷ κάλλει τοῦ δίφρου ᾤετο μὲν ὑπὲρ τὸ τεῖχος ἐλάσειν, ἕτοιμος δὲ ἦν ἐμβαλὼν εἰς τὴν θάλατταν ἀπὸ τοῦ ἅρματος μάχεσθαι· ἆρ’ οὖν οὐ περὶ ἀπειθείας καὶ ἀλαζονείας τότε λέγειν φαίνεται;