19
πάλιν δὲ τούτοις παρατιθεὶς Πολυδάμαντα κελεύοντα εὐλαβηθῆναι καὶ μὴ διαβαίνειν τὴν τάφρον, ἅμα μὲν τὸ πρᾶγμα ἐπιδεικνύντα ὡς ἐπικίνδυνον, ἅμα δὲ τὸν οἰωνὸν τὸν γενόμενον αὐτοῖς· ἄλλως μὲν γὰρ οὐδένα ᾤετο ἀνέξεσθαι αὐτοῦ λέγοντος, σὺν δὲ τῷ οἰωνῷ τάχ’ ἂν πεῖσαι τὸν Ἕκτορα· ἢ τὸν Νέστορα τοὺς περὶ τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα λοιδορουμένους παύοντα τῆς ὀργῆς καὶ προλέγοντα φανερῶς τὰ συμβησόμενα αὐτοῖς ἀπὸ τῆς στάσεως, ὕστερον δὲ ἐπιπλήττοντα τῷ Ἀγαμέμνονι ὡς ἁμαρτόντι καὶ ἀναγκάζοντα δεῖσθαι τοῦ Ἀχιλλέως· ἢ τὸν Ὀδυσσέα ἐπανορθούμενον τὸ ἁμάρτημα τοῦ Ἀγαμέμνονος, δι᾽ οὗ πεῖραν βουλόμενος λαβεῖν τοῦ στρατοῦ, πῶς φέροιεν τὴν τοῦ πολέμου τριβήν, ὀλίγου φυγεῖν αὐτοὺς ἐποίησεν· οὐ περὶ φρονήσεως καὶ στρατηγίας καὶ μαντικῆς, πρὸς δὲ τούτοις καιροῦ καὶ ἀκαιρίας ἔοικεν ὑποτίθεσθαι;
20
ἐν δὲ τῇ Ὀδυσσείᾳ τὰ μὲν ἄλλ’ ἐῶ, ἑνὸς δὲ μόνου μνησθήσομαι, τοῦ Ἀντινόου. τοῦτον γὰρ ἀλαζονίστατον πεποίηκε τῶν μνηστήρων καὶ ἀκολαστότατον· ὃς πρῶτον μὲν κατεφρόνει τοῦ Ὀδυσσέως, ὅτι ἐκεῖνος μὲν ἐν ῥάκεσιν ἦν, αὐτὸς δὲ ἐν πολυτελεῖ ἐσθῆτι καὶ ἔπινεν ἐκ χρυσῶν ποτηρίων καὶ τούτων οὐχ αὑτοῦ καὶ ἐδείπνει πολυτελῶς οὐκ ἐκ τῶν πατρῴων, ἀλλὰ παρασιτῶν ἐπ’ οἰκίας ἀδεσπότου· καὶ ἔφη μὲν τῆς Πηνελόπης ἐρᾶν, ἐμίγνυτο δὲ ταῖς δούλαις ταῖς τοῦ Ὀδυσσέως καὶ τἄλλα ἦν ἀκόλαστος, οὐχ ὡς ἔνιοι τῶν νῦν·
21
τελευτῶν δὲ ἐπεχείρει τοξεύειν, ἄπειρος ὢν τοξικῆς καὶ τὰς χεῖρας οὕτως ὑπὸ τρυφῆς διεφθαρμένος, ὡς μὴ δύνασθαι ἅπτεσθαι τῆς νευρᾶς, εἰ μή τις ἐπιχρίσειε στέαρ, καὶ ταῦτα τοῦ Ὀδυσσέως ὁρῶντος καὶ τῆς ἐρωμένης παρούσης, ἐν ἀνθρώποις τοσούτοις, μηδ’ ἐπιτεῖναι δυνάμενος τὸ τόξον μηδὲ ὅπως στήσει τοὺς πελέκεις ὁ Τηλέμαχος ξυνιείς. ὅμως δὲ τοῦτον καὶ ἀποθανόντα ἐποίησεν οὐκ εἰκῇ πληγέντα διὰ τοῦ λαιμοῦ, οὐχ ὅπου ἔτυχεν, ὥσπερ ἀμέλει τὸν Πάνδαρον διὰ τῆς γλώττης. καὶ γὰρ εἰ τύχῃ τινὶ συμβαίνει τὰ τοιαῦτα, ὅμως ἐπὶ πολλῶν ἔστιν εἰπεῖν ὅτι τοῦτον μὲν τὸν ἄνθρωπον διὰ τῆς γαστρὸς δεῖ πληγέντα ἀποθανεῖν, τοῦτον δὲ διὰ τῶν αἰδοίων, τοῦτον δὲ διὰ τοῦ στόματος.