94
μόνῃ δὲ τῇ φιλίᾳ συμβέβηκεν ἁπάντων μὲν εἶναι συμφορώτατον, ἁπάντων δὲ ἥδιστον. εὐθὺς οἶμαι τῶν ἀναγκαίων τὰ μέγιστα, ὅπλα καὶ τείχη καὶ στρατεύματα καὶ πόλεις, ἄνευ τῶν διοικούντων φίλων οὔτε χρήσιμα οὔτε συμφέροντα, ἀλλὰ καὶ λίαν ἐπισφαλῆ· οἱ δέ γε φίλοι καὶ δίχα τούτων ὠφέλιμοι.
95
καὶ ταῦταμὲν ἐν πολέμῳ μόνον χρήσιμα, τοῖς δὲ ἀεὶ βιωσομένοις ἐν εἰρήνῃ, ἂν ᾖ δυνατόν, ἀχρεῖα καὶ βαρέα·
96
ἄνευ δὲ φιλίας οὐδʼ ἐν εἰρήνῃ ζῆν ἀσφαλές. καὶ μὴν ὧν εἶπον ἡδέων τὸ μὲν κοινωνεῖν φίλοις τερπνότερον, μόνον δὲ ἀπολαύειν ἐν ἐρημίᾳ πάντων ἀηδέστατον, καὶ οὐδεὶς ἂν ὑπομείνειεν· ἔτι δὲ λυπηρότερον, εἰ δεήσειε κοινωνεῖν τοῖς μὴ ἀγαπῶσιν.
97
ποία μὲν γὰρ εὐφροσύνη προσφιλής, ʽεἰ μὴ καὶ πάντα παρείη τὰ μέγιστἀ, ποῖον δὲ συμπόσιον ἡδὺ χωρὶς εὐνοίας τῶν παρόντων; ποία δὲ θυσία κεχαρισμένη θεοῖς ἄνευ τῶν συνευωχουμένων;
98
οὐ γὰρ καὶ τὰ ἀφροδίσια ταῦτα ἥδιστα καὶ ἀνυβριστότατα ὅσα γίγνεται μετὰ φιλίας τῶν συνόντων καὶ ὅσα μαστεύουσιν εὔνοιαν ἀνθρώποις ἐπῆλθε παρὰ παιδικῶν ἢ παρὰ γυναικῶν;
99
πολλαὶ μὲν γὰρ ἐπωνυμίαι τῆς φιλίας, ὥσπερ ἀμέλει καὶ χρεῖαι· ἡ δὲ μετὰ κάλλους καὶ ὥρας γιγνομένη φιλία δικαίως ἔρως ὠνόμασται, καὶ δοκεῖ κάλλιστος τῶν θεῶν.
100
καὶ μὴν τά γε ὠφέλιμα φάρμακα τοῖς μὲν νοσοῦσιν ὠφέλιμα, τοῖς δὲ ὑγιαίνουσιπεριττά. φιλίας δὲ καὶ τοῖς ὑγιαίνουσιν ἀεὶ σφόδρα δεῖ καὶ τοῖς νοσοῦσιν· ἥ συμφυλάττει μὲν πλοῦτον, ἐπαρκεῖ δὲ πενίᾳ, λαμπρύνει πρύνει μὲν δόξαν, ἀμαυροῖ δὲ ἀδοξίαν.
101
μόνον δὲ τοῦτο τὰ μὲν δυσχερῆ πάντα μειοῖ, τὰ δὲ ἀγαθὰ πάντα αὔξει. ποία μὲν γὰρ συμφορὰ δίχα φιλίας οὐκ ἀφόρητος, ποία δὲ εὐτυχία χωρὶς φίλωνοὐκ ἄχαρις; εἰ δὲ σκυθρωπὸν ἐρημία καὶ πάντων φοβερώτατον, οὐ τὴν ἀνθρώπων ἐρημίαν χρὴ τοιοῦτον νομίζειν, ἀλλὰ τὴν τῶν φίλων· ἐπεὶ τῶν γε μὴ εὐνοούντων πολλάκις ἡ ἐρημία κρείττων.
102
ἐγὼ μὲν γὰρ οὐδʼ εὐτυχίαν ἐκείνην νενόμικα, ἥ μηδένα ἔχει τὸν συνηδόμενον. ῥᾷον γὰρ ἄν τις συμφορὰν τὴν χαλεπωτάτην φέροι μετὰ φίλων ἢ μόνος εὐτυχίαν τὴν μεγίστην. ὡς ἐκεῖνον ἀθλιώτατον ἐγὼ κρίνω δικαίως ὃς ἐν μὲν ταῖς συμφοραῖς πλείστους ἔχει τοὺς ἐφηδομένους, ἐν δὲ ταῖς εὐτυχίαις οὐδένα τὸν συνηδόμενον.